Honorary inscriptions in iambs and elegiacs for proconsul
of Asia for decorating spring of Didyma, which had been useful in
Gothic War; AD 287/293: 8. Mil-Ber. 22; *IDidyma 159.
[ ]
IDid 159
| I.1 | τὸ θαῦμα τοῦτο πρόσθε μὲν τοῦ Πυθίου |
| πηγή, βλύσασα νάμασιν χρυσορρύτοις | |
| αὐτοῦ ταγαῖσιν, ἡνίκ’ Ἄρης βάρβαρος | |
| συνέκλῃσεν ἀστούς, οὓς πικρᾷ τετρυμένους | |
| 5 | δίψῃ διέσωσε τήνδ’ ἀναπτύξας φλέβα, |
| τὰ νῦν δὲ Φήστου, συνθρόνου χρυσῆς Δίκης. | |
| κόσμον γὰρ αὐτῇ ξεστὸν ἀμφιθεὶς τόσον | |
| τοῦ μὲν θεοῦ τὸ δῶρον εἰς μνήμην ἄγει, | |
| ἀστοὺς δὲ νυμφείοισι διασῴζει ῥοαῖς, | |
| 10 | κοινωνίαν μειμούμενους τὴν Δελφικὴν |
| πρὸς Κασταλίαν. Νύμφαις φίλη γὰρ μαντική, | |
| δι’ ὧν προφήταις πνεὺμα θεῖον ἄρδεται. | |
| vacat | |
| II.1 | ἐν πολέμῳ μὲν σῶσεν ἑοὺς ἀστούς ποτ’ Ἀπόλλων |
| δίψῃ τειρομένους τήνδ’ ἀναφηνάμενος. | |
| δίς δ’ ὕπατος κλεινῆς Ἀσίης Φῆστος κατὰ χρυσῆν | |
| [³¹ἰρήνην]³¹ ναέταις θῆκεν ἄγαλμα πόλει, | |
| 5 | πηγὴν κοσμήσας δωμήμασιν ὡς ἐ{ι}σιδεῖν {²⁶ἐσιδεῖν}²⁶ μὲν |
| δαίδαλον, ἐς δὲ βίον παντὸς ἄκος θανάτου. | |
| vacat | |
| III.1 | εἰμὶ μὲν Ἀπόλλωνος ὕδωρ, ναέταισι δὲ δῶρον |
| δῶκέ με Χρυσολύρης ἐν Σκυθικῷ πολέμῳ | |
| ἡ̣νίκα δὴ περὶ νηὸν ἐπιβρείσαντος Ἄρηος | |
| αὐτὸς ὁ Λητοΐδης σῷζεν ἑοὺς ἱκέτας, | |
| 5 | λεῖπε δὲ μοῦνον ὕδωρ καὶ τείρετο πουλὺς ὅμειλος, |
| ἀράων δ’ ἀΐων ῥύσεθ’ ὑπὲκ θανάτου, | |
| νειόθε δ’ ἐξανέηκεν ἄναξ κυαναυγέα πηγὴν | |
| τήνδε με, τὴν ὁράᾳς· ἔκτοτε δὲ προρέω. | |
| ἀλλ’ ἤδη με πονεῦσαν ἐφημερίων κακότητι | |
| 10 | αὖτις ἔδωκε ῥέειν Φῆστος ὁ λαμπρότατος. |
| αὐτός μοι καὶ κόσμον, ὃν εἰσοράᾳς, κάμε τεύχων | |
| κεῖνος ὁ καὶ πάσης Ἀσίδος ἀνθύπατος. | |
| Λητοῦς καὶ Διὸς ἔρνος, ἀμείβεό μοι κλυτὸν ἄνδρα, | |
| ὅς με πάλιν σηκῷ σῶσεν ἀπολλυμένην. |