Prophetes inscription for Eudemos L[eo]n[tos?], adoptive
son of M(arcus) Antonius Apollonios; c. 41/0 BC: *IDidyma 259.
[ ]
IDid 259
| 1 | [π]ροφήτης Εὔδημο̣ς Λ[έο]ν̣[τος?, κατὰ ποίη]- |
| σιν δὲ Μάρκου Ἀντωνίου Ἀπολλωνίου | |
| [τ]οῦ Πολίτου Τρυβλίχου, μητρὸς δὲ Ἡδήας | |
| [τ]ῆς Εὐανδρίδου, πατριᾶς Φιλοστιδῶν, | |
| 5 | δήμου Ἀργασέων, ἀπόγονος ὑπάρχων |
| [κ]αὶ πρὸς πατρὸς καὶ μητρὸς προγόν%⁸⁰ων | |
| εὐεργετῶν τοῦ δήμου, τοῦ μὲν πάππου | |
| μου Εὐανδρίδου εὐεργέτου κεχρηματισμέ- | |
| [ν]ου ἐν τῷ ἐπὶ στεφανηφόρου Παυσανίου ἐνιαυ- | |
| 10 | τῶι, τοῦ δὲ προπάππου μου Ἀλεξίωνος εὐερ- |
| [γέ]του προσηγορευμένου ἐπὶ στεφανηφ[όρου] | |
| [Σ]ιμιάδου τοῦ τε πατρὸς το[ῦ π]ροπάππο[υ] | |
| [Ἑρ]μ̣ώνακτος κεχρηματισμένου εὐερ[γέτου] | |
| [ἐπὶ] στεφανηφόρου Ἐπιγόνου, ἀνηγορευ[μέ]- | |
| 15 | [νο]υ δὲ εὐεργέτου τοῦ δήμου, καὶ Μύρμη- |
| [κος] τοῦ πατρὸς τοῦ Ἑρμώνακτος ἐπὶ τοῦ ιʹ [θε]- | |
| [ο]ῦ̣ τοῦ μετὰ Θεόδοτον· προσηγορεῦσθαι | |
| δὲ εὐεργέτας τοῦ δήμου Εὔδημόν τε Θεο- | |
| δώρου ἐν τῷ γραφέντι ψηφίσματι ἐπὶ στεφα- | |
| 20 | νηφόρου Νικομάχου καὶ πάλιν κεχρηματίσθα[ι] |
| τὸν προγεγραμμένον Εὔδημον εὐεργέτην | |
| τοῦ δήμου ἐπὶ τοῦ v ιʹ v θεοῦ τ̣οῦ μετὰ Ἱππό- | |
| μαχον καὶ Εὔδημον Θαλλίωνος ἀνηγορεῦσ[θαι] | |
| εὐεργέτην τοῦ δήμου ἐν τῷ ἐπὶ στεφανηφό[ρου] | |
| 25 | Ἑ̣κ̣αταίου τοῦ Φορμίωνος ἐνιαυτῶι· ἐντε̣[θαμ]- |
| [μ]ένων δὲ τῶν προγόνων μου ἐμ μέ[σωι τῷ] | |
| [πρ]ότερον τῶν νέων γυμνασίωι Ἀ[ντήνορος] | |
| [τοῦ] Ξενάρου καὶ Ξενάρου τοῦ̣ [Ἀντήνορος καὶ] | |
| [Ἀλ]κιμάχου τοῦ Ἀντήνορος κ[αὶ Ἀντήνορος] | |
| 30 | [το]ῦ Εὐανδρίδου· καὶ Εὐανδρίδ[ου τοῦ Εὐανδρί]- |
| [δο]υ· Ἀλεξινίκης δὲ τῆς Ποσ[— καὶ? —] | |
| [τ]ῆ̣ς Σώου τὸ Λύκειον ἠργα̣[σμένων? — ὥστε] | |
| [με]τέχειν ἐκ τοῦ γένους υ̣[—] | |
| καταστάσεως τῶν ε[—] | |
| 35 | τον μέχρι τῶν δύο̣ [—] |
| [πα]τρὸς Εὐδήμο[υ —] | |
| [Εὐαν]δρίδου π[—] | |
| [․․․μ]ένου [—] | |
| {²Probably the end of the text}² |