Summary of erga without contributors, costs, but with
counts of stones; c. 184***/150 BC: Haussoullier, RPh 22, 1898,
45-6, no. 23; Haussoullier, Milet 162-6, no. 2; Haussoullier, RPh
44, 1920, 251-2, no. X; *IDidyma 32.
[ ]
IDid 32
0 | {²Prescript missing above}² |
[— ἀπολογισμὸς τῶν ἔργων] | |
[τῶν συντελεσθέντων ὑπὸ τῶν τοῦ] | |
[θεοῦ π]αίδων v․․ ἐτέ[θησαμ μὲν ἐν τῶι] | |
[ναῶι ἐν τ]αῖς ἀποχαράξεσιν ταῖς [κατὰ τὸ] | |
5 | [θύρωμα λί]θοι λευκοὶ ὀκτώ, πέτρινοι δὲ λίθοι |
[τέσσε]ρες, ὧμ μέτρημα στερεοὶ πόδες | |
[διακό]σιοι ἑπτὰ δῶρον· εἰσήχθη δὲ καὶ τὸ ὑ- | |
[πέρθ]υρον ἀπὸ τοῦ χρησμογραφίου εἰς τὸν | |
[πρό]δομον τοῦ ναοῦ· κατασκευασθείσης | |
10 | [δὲ] μηχανῆς v2 τετρακώλου καὶ σταθε[ί]- |
[σης] καὶ ἄλλης δικώλου σταθείσης ἤρθη | |
[τὸ] ὑπέρθυρον καὶ ἡδράσθη ἐπὶ τῶν στα- | |
[θμ]ῶν· ἀνήχθη δὲ καὶ ἐκ τῆς Πανορμίδος | |
[ε]ἰς τὸ ἱερὸν ὅ τε κοσμοφόρος καὶ τὸ ἀντίθε- | |
15 | μα, καὶ τὸ μὲν ἀντίθεμα ἀπηργάσθη καὶ ἤρ- |
θη καὶ ἡδράσθη, ὁ δὲ κοσμοφόρος καὶ ἀπεγλύ- | |
φη καὶ ἀρθεὶς ἐτέθη· ὧμ μέτρημα στερεοὶ π[ό]- | |
δες χίλιοι διακόσιοι ἑπτὰ ἥμυσυ· κατε- | |
ξέσθη δὲ καὶ τὸ ὑπέρθυρον καὶ ἀπειδοπο[ι]- | |
20 | ήθη. ἐτμήθησαν v2 δὲ καὶ ἐπελεκήθησαν λί- |
θων πετρίνων πόδες χίλιοι πεντακόσι- | |
οι. ἐτέθησαν δὲ καὶ ἐν τῶι οἰκήματι τῶι | |
πρυτανικῶι λίθων λευκῶν καὶ πετρίνω[μ] | |
πόδες χίλιοι τριακόσιοι ἑξήκοντα. vacat | |
25 | vacat |