Inventory of donations; 270/69 BC: *IDidyma 433 (PH).
[ ]
IDid 433
1 | ἐπι στεφανηφόρου Λυκόφρονος τοῦ Εὐδήμου ταμιευ- |
όντων τῶν ἱερῶν χρημάτων τῶν κατὰ τὸ ἱερὸν τὸ ἐν | |
Διδύμοις Φαιδίμου τοῦ Διαγόρου καὶ Ἑστιαίου τοῦ Ὀρν̣[υ]- | |
μενοῦ τάδε ἀνετέθη{ι} τῶι Ἀπόλλωνι· τρίπους ἀργυ- | |
5 | ροῦς, ἀνάθημα τοῦ δήμου τοῦ Μιλησίων, ὁλκὴν Ἀλεξα- |
νδρείου δραχμὰς τρισχιλίας τριακοσίας τεσσερά- | |
κοντα πέντε· φιάλη ὀμφαλωτή, ἀνάθημα Κυζικηνῶν, | |
ὁλκὴν ἄγουσα Ἀλεξανδρείου δραχμὰς ἑκατόν· ἄλ- | |
λη φιάλη λεία ὀμφαλωτή, ἀνάθημα Ἰασέων, ὁλκὴν Ἀλε- | |
10 | ξανδρείου δραχμὰς ἑκατόν· ἄλλη φιάλη δακτυλωτή, |
ἐπίσημον ἔχουσα ἐπὶ τοῦ ὀμφαλοῦ πρόσωπον Διονύ- | |
σου, ἀνάθημα Εὐβούλου τοῦ Δημητρίου Ἰασέως, ὁλκὴν ἄγ- | |
ουσα Ἀλεξανδρείου ἑκατὸν τριάκοντα. v τάδε παρ’ Ἀρ- | |
τέμιδι· ὑπομηλὶς χρυσῆ, ἀνάθημα Ζωβίης τῆς Διονυσοδώ- | |
15 | ρου· ἄλλη ὑπομηλὶς χρυσῆ, ἀνάθημα Παντάκλης τῆς |
Μαιανδρίου· βατιάκια τρία <ἀ>πὸ τῆς <ἱ>ερᾶς προσόδου, ἃ πα- | |
ρέδωκαν Ἀθήναιος καὶ Αἰσχυλίδης, ὁλκὴν ἄγοντα | |
Ἀλεξανδρείου ἑκατὸν πεντήκοντα μίαν· κυλίκιον | |
τηϊουργές, ἀνάθημα Μενιττοῦς τῆς Μελησίππου, | |
20 | τὴν ὁλκὴν ἀνεπίγραφον. ταῦτά τε καὶ ὅσα παρελάβομε[ν] |
παρὰ τῶν ταμιῶν τῶν ἱερῶν τῶν ἐπὶ Ποσειδωνίου τοῦ Θεοδέ- | |
κτους παρεδώκαμεν τοῖς ταμίαις τοῖς ἐπὶ Ἀθηνοδώρου το- | |
ῦ Δρύμωνος Σατύρωι Λέοντος, Φιλοκλεῖ Φαιδιμίσκου. vacat |