Inventory of donations; 271/0 BC: *IDidyma 432 (PH).  
[ ] IDid 432
1 ἐπι στεφανηφόρου Ποσειδωνίου τοῦ Θευδέκτου[ς]
ταμιευόντων τῶν ἱερῶν χρημάτων τῶν κατὰ
τὸ ἱερὸν τὸ ἐν Διδύμοις Ἀθηναίου τοῦ Μενε-
κ̣ράτους καὶ Αἰσχυλίδου τοῦ Ἀριστογένους
5 τάδε ἀνετέθη τῶι Ἀπόλλωνι·
φιάλαι δύο ἐκ Κυζικοῦ, ἃς ἀπήνεικαν ἐκ τῶν
τ̣εμενῶν τῶι θεῶι, τούτων μία ὀμφαλωτή,
ἑκατέρας ὁλκὴ Ἀλεξάνδρειαι δραχμαὶ ἑκα-
τόν· φιάλη λεία ὀμφαλωτή, ἀνάθημα Ἰασέων,
10 ὁλκὴ v10 δραχμαὶ Ἀλεξάνδρει<α>ι
10a {²one line erased}²
11 ἐνενήκοντα ἐννέα· φιάλη ὀμφαλωτὴ πρόσω-
πον ἔχουσα ἐπὶ τοῦ ὀμφαλοῦ Ποσειδῶνος,
ἀνάθημα Ἑκαταίου τοῦ Μένωνος, ὁλκὴ Ἀλε-
ξάνδρειαι δραχμαὶ [³¹ἑχξήκοντα]³¹· <παρὰ Ἀρτέμιδι·>
15 φιάλη, <ἣ>ν Αἰσχυλὶς Ἀναξιθέμιος ἀνέθηκεν
Ἀρτέμιδι, ὁλκὴ Ἀλεξάνδρειαι δραχμαὶ τεσσερά-
κοντα ἑπτά· ὑπομηλὶς χρυσῆ, ἣν ἀνέθηκεν
Αἰσχυλὶς Ἀναξιθέμιος Ἀρτέμιδι, ἡμιχρύσου·
αὕτη προσεκοσμήθη πρὸς τὸ ἄγαλμα.
20 ταῦτά τε καὶ ὅσα ἄλλα παρελάβομεν παρὰ τῶν
ταμιῶν τῶν ἐπὶ Σίμου τοῦ Ποσειδίππου παρε-
δώκαμεν τοῖς ταμίαις τοῖς ἐπὶ Λυκόφρονος τοῦ
Εὐδήμου Φαιδίμωι Διαγόρου, Ἑστιαίωι Ὀρνυμενοῦ.
Search Help
Contact Us