Letter of King Seleukos (II) to boule and demos of Miletos
thanking them for honors given; c. 246 BC: Haussoullier, RPh 25,
1901, 126-8; Haussoullier, Milet 114-6; OGIS 227; Welles 22;
IDidyma 493 (PH); *Günther, Orakel 66-95.
[ ]
Günther, Orakel 66-95
1 | βασιλεὺς Σέλευκος Μιλησίων τῆι βουλῆι καὶ τῶι δημῶι χαίρειν· |
τῶμ προγόνων ἡμῶν καὶ τοῦ πατρὸς πολλὰς καὶ μεγάλας | |
εὐεργεσίας κατατεθειμένων εἰς τὴν ὑμετέραμ πόλιν διά τε | |
τοὺς ἐγδεδομένους χρησμοὺς ἐκ τοῦ παρ’ ὑμῖν ἱεροῦ | |
5 | τοῦ Διδυμέως Ἀπόλλωνος καὶ διὰ τὴν πρὸς αὐτὸν τὸν θεὸν |
συγγένειαν, ἔτι δὲ καὶ διὰ τὴν τοῦ δήμου εὐχαριστίαν, | |
ὁρῶντες καὶ αὐτοὶ ἔκ τε τῶν ἄλλων τῶμ πεπολιτευμένων | |
ὑμῖν διὰ παντὸς τοῦ χρόνου πρὸς τὰ ἡμέτερα πράγματα | |
παραθέντων ἡμῖν τῶμ πατρικῶ<ν> φίλων καὶ ἐκ τοῦ ἀπολογισμοῦ, | |
10 | [ο]ὗ ἐποιήσαντο Γλαύκιππος καὶ Διόμανδρος οἱ παρ’ ὑμῶν |
[κ]εκομικότες τὸν ἱερὸν στέφανον τὸν ἐκ τοῦ ἀδύτου, ὧι | |
ἐστεφανώκει ἡμᾶς ὁ δῆμος, εἱλικρινῆ καὶ βεβαίαμ ποιουμένους | |
ὑμᾶς πρὸς τοὺς φίλους ἀπόδειξιγ καὶ μεμνημένους, ὧν ἂν εὖ | |
πάθητε, ἀπεδεξάμεθα τὴν αἵρεσιν τοῦ πλήθους καὶ | |
15 | προθυμούμενοι καὶ ἐν τοῖς μεγίστοις ἡγούμεν[οι τὴμ πόλιν ὑμῶν] |
εἰς ἐπιφανεστέραν διάθεσιν ἀγαγεῖν κ[αὶ τὰ ὑπάρχοντα ὑμῖν] | |
φιλάνθρωπα ἐπίδ[οσιν λαβόντα ἣν προαιρεῖσθε ἐπαῦξαι?] | |
{²Continuation lost}² |