Letter of King Seleukos (II) to boule and demos of Miletos thanking them for honors given; c. 246 BC: Haussoullier, RPh 25, 1901, 126-8; Haussoullier, Milet 114-6; OGIS 227; Welles 22; IDidyma 493 (PH); *Günther, Orakel 66-95.  
[ ] Günther, Orakel 66-95
1 βασιλεὺς Σέλευκος Μιλησίων τῆι βουλῆι καὶ τῶι δημῶι χαίρειν·
τῶμ προγόνων ἡμῶν καὶ τοῦ πατρὸς πολλὰς καὶ μεγάλας
εὐεργεσίας κατατεθειμένων εἰς τὴν ὑμετέραμ πόλιν διά τε
τοὺς ἐγδεδομένους χρησμοὺς ἐκ τοῦ παρ’ ὑμῖν ἱεροῦ
5 τοῦ Διδυμέως Ἀπόλλωνος καὶ διὰ τὴν πρὸς αὐτὸν τὸν θεὸν
SUGGE/NEIAN, E)/TI DE\ KAI\ DIA\ TH\N TOU= DH/MOU EU)XARISTI/AN,
ὁρῶντες καὶ αὐτοὶ ἔκ τε τῶν ἄλλων τῶμ πεπολιτευμένων
ὑμῖν διὰ παντὸς τοῦ χρόνου πρὸς τὰ ἡμέτερα πράγματα
παραθέντων ἡμῖν τῶμ πατρικῶ<ν> φίλων καὶ ἐκ τοῦ ἀπολογισμοῦ,
10 [ο]ὗ ἐποιήσαντο Γλαύκιππος καὶ Διόμανδρος οἱ παρ’ ὑμῶν
[κ]εκομικότες τὸν ἱερὸν στέφανον τὸν ἐκ τοῦ ἀδύτου, ὧι
ἐστεφανώκει ἡμᾶς ὁ δῆμος, εἱλικρινῆ καὶ βεβαίαμ ποιουμένους
ὑμᾶς πρὸς τοὺς φίλους ἀπόδειξιγ καὶ μεμνημένους, ὧν ἂν εὖ
πάθητε, ἀπεδεξάμεθα τὴν αἵρεσιν τοῦ πλήθους καὶ
15 προθυμούμενοι καὶ ἐν τοῖς μεγίστοις ἡγούμεν[οι τὴμ πόλιν ὑμῶν]
εἰς ἐπιφανεστέραν διάθεσιν ἀγαγεῖν κ[αὶ τὰ ὑπάρχοντα ὑμῖν]
φιλάνθρωπα ἐπίδ[οσιν λαβόντα ἣν προαιρεῖσθε ἐπαῦξαι?]
{²Continuation lost}²
Search Help
Contact Us