Letter of Antiochos II to general Metrophanes; 253 BC: Haussoullier, RPh 25, 1901, 8-17; Haussoullier, Milet 76-112; OGIS 225, ll. 1-33 ; 6. Mil-Ber. 35-7, ll. 17-30; Welles 18; SEG 16, 710; *IDidyma 492B (PH); SEG 19, 676; SEG 37, 878. (See also Didyma 21, 128).  
[ ] IDid 492B
17 Δαισίου. Βασιλεὺς Ἀντίοχος Μητροφάνει χαίρειν. πεπ[ρά]-
καμεν Λαοδίκηι Πάννου κώμην καὶ τὴν βᾶριν καὶ τὴν προσο[ῦ]-
σαν χώραν τῆι κώμηι %⁶⁰ ὅρος τῆι τε Ζελειτίδι χώραι καὶ τῆι Κυζικ̣[η]-
20 [ν]ῆι καὶ τῆι ὁδῶι τῆι ἀρχαίαι, ἣ ἦμ μὲν ἐπάνω Πάννου κώμης, συ-
νηροτρία̣τ̣α̣[ι δὲ ὑπὸ τ]ῶ̣ν γεωργούντων πλησίον ἕνεκεν τοῦ ἀ-
ποτεμέσθαι τὸ χω̣ρ̣ί̣ο̣ν̣ (τ̣ὴ̣μ̣ μ̣ὲ̣ν̣ Π̣ά̣ν̣[νου κώμηι ὐπ]ά̣ρχουσαν συμβα[ί]-
νει ὕστερον γεγενῆσθαι) %⁶⁰ καὶ εἴ τινες εἰς τὴν χώ[ρα]ν ταύτην ἐμ[πί]-
πτουσιν τόποι καὶ τοὺς ὐπάρχοντας αὐτό[θι λ]α̣ο̣ὺ[ς πα]-
25 νοικίους σὺν τοῖς ὑπάρχουσιν πᾶσιν καὶ σὺν ταῖς τοῦ [ἐ]-
νάτου καὶ πεντηκοστοῦ ἔτους προσόδοις ἀρ[γυ]-
ρίου ταλάντων τριάκοντα, ὁμοίως δὲ καὶ εἴ τινες ἐ-
[κ] τῆς κώμης ταύτης ὄντες λαοὶ μετεληλύθασιν εἰς ἄλλου-
ς τόπους· ἐφ’ ὧι οὐθὲν ἀποτελεῖ εἰς τὸ βασιλικὸν καὶ κυρία ἔ[σ]-
30 ται προσφερομένη πρὸς πόλιν, ἣν ἂν βούληται· κατὰ ταὐτὰ δ[ὲ]
καὶ οἱ παρ’ αὐτῆς πριάμενοι ἢ λαβόντες αὐτοί τε ἕξου-
σιν κυρίως καὶ πρὸς πόλιν προσοίσονται, ἣν ἄν βούλω[ν]ται,
ἐάμπερ μὴ Λαοδίκη τυγχάνει πρότερον προσενηνε-
γμένη πρὸς πόλιν, οὕτω δὲ κεκτήσονται, οὗ ἂν ἡ χώρα ἦι προ-
35 σωρισμένη ὑπὸ Λαοδίκης. τὴν δὲ τιμὴν συντετάχα-
μεν ἀνενεγκεῖν εἰς τὸ † κατὰ στρατείαν γαζοφυλάκ[ι]-
ον ἐν τρισὶν ἀναφοραῖς, ποιουμένου<ς> τὴμ μὲν μίαν ἐν τῶι Αὐ-
δναίωι μηνὶ τῶι ἐν τῶι ἑξηκοστῶι ἔτει, τὴν δὲ ἑτέραν ἐ[ν]
τῶι Ξανδικῶι, τὴν δὲ τρίτην ἐν τῆι ἐχομένηι τριμήνωι.
40 σύνταξον παραδεῖξαι Ἀρριδαίωι τῶι οἰκονομοῦντι τὰ Λαοδί-
κης τήν τε κώμην καὶ τὴν βᾶριν καὶ τὴν προσοῦσαν χώραν
καὶ τοὺς λαοὺς πανοικίους σὺν τοῖς ὑπάρχουσιν αὐτοῖς
πᾶσιν καὶ τὴν ὠνὴν ἀναγράψαι εἰς τὰς βασιλικὰς γραφὰς
τὰς ἐν Σάρδεσιν καὶ εἰς στήλας λιθίνας πέντε· τού-
45 των τὴμ μὲν μίαν θεῖναι ἐν Ἰλίωι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς,
τὴν δὲ ἑτέραν ἐν τῶ<ι> ἱερῶι τῶι ἐν Σαμοθράκηι, τὴν δὲ ἑτέ-
ραν ἐν Ἐφέσωι ἐν τῶι ἱερῶι τῆς Ἀρτέμιδος, τὴν δὲ τε-
τάρτην ἐν Διδύμοις ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν
δὲ πέμπτην ἐν Σάρδεσιν ἐν τῶι ἱερῶι τῆς Ἀρτέμιδος· εὐ-
50 θέως δὲ καὶ περιορίσαι καὶ στηλῶσαι τὴν χώραν καὶ [προσ]-
[αναγράψ]α̣ι τὸν περιορισμὸν εἰς τὰς στήλας τὰ[ς ․․5․․]
Search Help