Letter of King Seleukos (I) to Miletos giving donations to
temple of Apollo at Didyma, with inventory of donations; 288/7
BC: CIG 2852; Haussoullier, Milet 194-7; OGIS 214; Welles 5;
IDidyma 424; Vidman, Sylloge 289; Pouilloux, Choix, pp. 143-5,
no. 37; Günther, Orakel 43-50; *Günther, MDAI(I) 27-8, 1977-8,
261-6 (PH); SEG 27, 730; Petzl, EA 13, 1989, 131-133, no. 5.
[ ]
MDAI(I) 1977-78, 261-66
1 | ἐπὶ στεφανηφόρου Ποσειδίππου, |
ταμιευόντων τῶν ἱερῶν χρημά- | |
των Τιμέα τοῦ Φύρσωνος, Ἀρισταγόρα | |
τοῦ Φιλήμονος, Κλεομήδους τοῦ Κρέ- | |
5 | σωνος, Φιλίππου τοῦ Σωσιστράτου, Ἀλεξάν- |
δρου τοῦ Λοχήγου, Πολυξένου τοῦ Βάβωνος | |
τάδε ἀνέθηκαν βασιλεῖς Σέλευκος καὶ | |
Ἀντίοχος τὰ ἐν τῆι ἐπιστολῆι γε- | |
γραμμένα. | |
10 | βασιλεὺς Σέλευκος Μιλησίων τῆι βουλῆι |
καὶ τῶι δήμωι χαίρειν. ἀφεστάλκαμεν εἰς | |
τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ ἐν Διδύμοις | |
τήν τε λυχνίαν τὴν μεγάλην καὶ ποτήρια | |
χρυσᾶ καὶ ἀργυρᾶ εἰς ἀνάθεσιν τοῖς θεοῖς | |
15 | τοῖς Σωτῆρσι κομίζοντα Πολιάνθην ἐπι- |
γραφὰς ἔχοντα. ὑμεῖς οὖν, ὅταν παραγέ- | |
νηται, λαβόντες αὐτὰ ἀγαθῆι τύχηι | |
ἀπόδοτε εἰς τὸ ἱερόν, ἵνα ἔχητε σπένδειν | |
καὶ χρᾶσθαι ὑγιαινόντων ἡμῶν καὶ εὐτυχούν- | |
20 | των καὶ τῆς πόλεως διαμενούσης, ὡς ἐγὼ |
βούλομαι καὶ ὑμεῖς. εἰσδέχε<σθ>ε τὰ ἐπεσταλμένα τά- | |
δε Πολιάνθη<ι> καὶ τὴν ἀνάθεσιν ποιούμενοι | |
τῶν ἀ<φ>εσταλμένων συντελέσατε τὴν θυσίαν, | |
ἣν συντετάχαμεν αὐτ<ῶ>ι. συνεπιμελήθητε | |
25 | οὖν, ἵνα γένηται κατὰ τρόπον. τῶν δὲ ἀφεσ- |
ταλμένων χρυσωμάτων καὶ ἀργυρωμάτ- | |
ων εἰς τὸ ἱερὸν ὑπογέγραφα ὑμῖν τὴν γραφήν, | |
ἵνα εἰδῆτε καὶ τὰ γένη καὶ τὸν σταθμὸν | |
ἑκάστου. ἔρρωσσθε. | |
30 | γραφὴ χρυσωμάτων τῶν [³¹ἀφεσσταλμένων]³¹· |
φιάλη καρυωτὴ Ἀγαθῆς Τύχης μία, ὁλκὴ | |
δραχμαὶ διακόσιαι τεσσεράκοντα ἑπτά· | |
ἄλλη καρυωτὴ Ὀσ[ίρ]ιδος μία, ὁλκὴ δραχμαὶ | |
ἑκατὸν ἐνενήκοντα· ἄλλη καρυωτὴ Λητοῦς | |
35 | μία, ὁλκὴ δραχμαὶ ἑκατὸν ἐ[νε]νήκοντα ὀκτὼ |
τρεῖς ὀβολοί· ἄλλ[η] ἀκτινωτὴ Ἑκάτης μία, ὁλκὴ | |
δραχμαὶ ἑκατὸν δεκατρεῖς· παλιμπότων | |
τραγελάφων προτομῶν ἐπιγεγραμμένων | |
"Ἀπόλλωνος" ζεῦγος ἕν, ὁλκὴ δραχμαὶ τρια- | |
40 | κόσιαι δεκαοκτὼ τρεῖς ὀβολοὶ· ἄλλο παλίμπο- |
τον ἐλάφου προτομὴ ἐπιγεγραμμέν<ο>ν | |
"Ἀρτέμιδος" ἕν, ὁλκὴ δραχμαὶ ἑκαστὸν ἑξήκον- | |
τα μία· κέρας ἐπιγεγραμμένον "Διὶ Σωτῆρι" ἕν, | |
ὁλκὴ δραχμαὶ ἑκατὸν ἑβδομήκοντα τρεῖς | |
45 | τρεῖς ὁβολοί· οἰνοχόα θεῶν Σωτήρων μία, |
ὁλκὴ δραχμαὶ τριακόσιαι ὀγδοήκοντα ἕχξ· | |
ψυκτὴρ βαρβαρικὸς λιθόκολλος ἐπιγεγραμ- | |
μένος "Σωτείρας" εἷς, ἔχων ἀποπεπτωκότα | |
κάρυα ἑπτά, ὁλκὴ δραχμαὶ τριακόσιαι ἑβδο- | |
50 | μήκοντα δύο· μαζόνομον χρυσοῦν, ὁλκὴ |
δραχμαὶ χίλιαι ὀγδοήκοντα ὀκτώ· εἰς τὸ α[ὐ]- | |
τὸ χρυσωμάτων δραχμαὶ τρισχίλιαι δια- | |
κόσιαι τεσσεράκοντα ὀκτὼ ὀβολοὶ τρεῖς· | |
σκύφος ἀργυροῦς τορευτὸς ζωιωτὸς | |
55 | ἔχων σχοινίδα εἷς, ὁλκὴ δραχμαὶ τριακόσι[αι] |
ὀγδοήκοντα· ψυκτὴρ ἀργυροῦς μέγας | |
δίωτος, ὁλκὴ δραχμαὶ ἐνακισχίλιαι. | |
λιβανωτοῦ τάλαντα δέκα, σμύρνης | |
τάλαντον ἕν, κασίας μναῖ δύο, κινναμώ- | |
60 | μου μναῖ δύο, κόστου μναῖ δύο. λυχνία |
χαλκῆ μεγάλη Ε. προσήγαγεν δὲ καὶ θυσίαν | |
τῶι θεῶι ἱερεῖα χίλια καὶ βο[ῦς] δώδεκα. |