Letter of King Seleukos (I) to Miletos giving donations to temple of Apollo at Didyma, with inventory of donations; 288/7 BC: CIG 2852; Haussoullier, Milet 194-7; OGIS 214; Welles 5; IDidyma 424; Vidman, Sylloge 289; Pouilloux, Choix, pp. 143-5, no. 37; Günther, Orakel 43-50; *Günther, MDAI(I) 27-8, 1977-8, 261-6 (PH); SEG 27, 730; Petzl, EA 13, 1989, 131-133, no. 5.  
[ ] MDAI(I) 1977-78, 261-66
1 ἐπὶ στεφανηφόρου Ποσειδίππου,
ταμιευόντων τῶν ἱερῶν χρημά-
των Τιμέα τοῦ Φύρσωνος, Ἀρισταγόρα
τοῦ Φιλήμονος, Κλεομήδους τοῦ Κρέ-
5 σωνος, Φιλίππου τοῦ Σωσιστράτου, Ἀλεξάν-
δρου τοῦ Λοχήγου, Πολυξένου τοῦ Βάβωνος
τάδε ἀνέθηκαν βασιλεῖς Σέλευκος καὶ
Ἀντίοχος τὰ ἐν τῆι ἐπιστολῆι γε-
γραμμένα.
10 βασιλεὺς Σέλευκος Μιλησίων τῆι βουλῆι
καὶ τῶι δήμωι χαίρειν. ἀφεστάλκαμεν εἰς
τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ ἐν Διδύμοις
τήν τε λυχνίαν τὴν μεγάλην καὶ ποτήρια
χρυσᾶ καὶ ἀργυρᾶ εἰς ἀνάθεσιν τοῖς θεοῖς
15 τοῖς Σωτῆρσι κομίζοντα Πολιάνθην ἐπι-
γραφὰς ἔχοντα. ὑμεῖς οὖν, ὅταν παραγέ-
νηται, λαβόντες αὐτὰ ἀγαθῆι τύχηι
ἀπόδοτε εἰς τὸ ἱερόν, ἵνα ἔχητε σπένδειν
καὶ χρᾶσθαι ὑγιαινόντων ἡμῶν καὶ εὐτυχούν-
20 των καὶ τῆς πόλεως διαμενούσης, ὡς ἐγὼ
βούλομαι καὶ ὑμεῖς. εἰσδέχε<σθ>ε τὰ ἐπεσταλμένα τά-
δε Πολιάνθη<ι> καὶ τὴν ἀνάθεσιν ποιούμενοι
τῶν ἀ<φ>εσταλμένων συντελέσατε τὴν θυσίαν,
ἣν συντετάχαμεν αὐτ<ῶ>ι. συνεπιμελήθητε
25 οὖν, ἵνα γένηται κατὰ τρόπον. τῶν δὲ ἀφεσ-
ταλμένων χρυσωμάτων καὶ ἀργυρωμάτ-
ων εἰς τὸ ἱερὸν ὑπογέγραφα ὑμῖν τὴν γραφήν,
ἵνα εἰδῆτε καὶ τὰ γένη καὶ τὸν σταθμὸν
ἑκάστου. ἔρρωσσθε.
30 γραφὴ χρυσωμάτων τῶν [³¹ἀφεσσταλμένων]³¹·
φιάλη καρυωτὴ Ἀγαθῆς Τύχης μία, ὁλκὴ
δραχμαὶ διακόσιαι τεσσεράκοντα ἑπτά·
ἄλλη καρυωτὴ Ὀσ[ίρ]ιδος μία, ὁλκὴ δραχμαὶ
ἑκατὸν ἐνενήκοντα· ἄλλη καρυωτὴ Λητοῦς
35 μία, ὁλκὴ δραχμαὶ ἑκατὸν ἐ[νε]νήκοντα ὀκτὼ
τρεῖς ὀβολοί· ἄλλ[η] ἀκτινωτὴ Ἑκάτης μία, ὁλκὴ
δραχμαὶ ἑκατὸν δεκατρεῖς· παλιμπότων
τραγελάφων προτομῶν ἐπιγεγραμμένων
"Ἀπόλλωνος" ζεῦγος ἕν, ὁλκὴ δραχμαὶ τρια-
40 κόσιαι δεκαοκτὼ τρεῖς ὀβολοὶ· ἄλλο παλίμπο-
τον ἐλάφου προτομὴ ἐπιγεγραμμέν<ο>ν
"Ἀρτέμιδος" ἕν, ὁλκὴ δραχμαὶ ἑκαστὸν ἑξήκον-
τα μία· κέρας ἐπιγεγραμμένον "Διὶ Σωτῆρι" ἕν,
ὁλκὴ δραχμαὶ ἑκατὸν ἑβδομήκοντα τρεῖς
45 τρεῖς ὁβολοί· οἰνοχόα θεῶν Σωτήρων μία,
ὁλκὴ δραχμαὶ τριακόσιαι ὀγδοήκοντα ἕχξ·
ψυκτὴρ βαρβαρικὸς λιθόκολλος ἐπιγεγραμ-
μένος "Σωτείρας" εἷς, ἔχων ἀποπεπτωκότα
κάρυα ἑπτά, ὁλκὴ δραχμαὶ τριακόσιαι ἑβδο-
50 μήκοντα δύο· μαζόνομον χρυσοῦν, ὁλκὴ
δραχμαὶ χίλιαι ὀγδοήκοντα ὀκτώ· εἰς τὸ α[ὐ]-
τὸ χρυσωμάτων δραχμαὶ τρισχίλιαι δια-
κόσιαι τεσσεράκοντα ὀκτὼ ὀβολοὶ τρεῖς·
σκύφος ἀργυροῦς τορευτὸς ζωιωτὸς
55 ἔχων σχοινίδα εἷς, ὁλκὴ δραχμαὶ τριακόσι[αι]
ὀγδοήκοντα· ψυκτὴρ ἀργυροῦς μέγας
δίωτος, ὁλκὴ δραχμαὶ ἐνακισχίλιαι.
λιβανωτοῦ τάλαντα δέκα, σμύρνης
τάλαντον ἕν, κασίας μναῖ δύο, κινναμώ-
60 μου μναῖ δύο, κόστου μναῖ δύο. λυχνία
χαλκῆ μεγάλη Ε. προσήγαγεν δὲ καὶ θυσίαν
τῶι θεῶι ἱερεῖα χίλια καὶ βο[ῦς] δώδεκα.
Search Help