Decree establishing annual distribution of food on birthday of Eumenes (II); c. 159/8 BC: 7. Mil-Ber. 27-30; *IDidyma 488 (PH).  
[ ] IDid 488
0 {²Much missing above.}²
a [—]ς τὸν ἀριθμὸ[ν —]
[—]v τὸ δὲ καθ’ ἔτο[ς —]
[—] τοῖς αἱρεθησο[μένοις —]
[—]․ εἰς τὸν κ[—]
1 [․․․․․․․19-20․․․․․․․․]α[τ]ὴ̣ν κ․․․7․․․τ̣ο[․․8-9․․․]
[․․․9-10․․․ Λη]ν̣α̣ιῶνος τῆι ἕκτῃ ἀπὸ [τῆς πρ]οσό[δου]
[τῆς ἐκ τῶν εἰρ]ημένων χρημάτων. v δεδόχθα[ι]
[τῆι β]ο̣[υ]λῆ̣ι ἑλέσθαι ἐν τῆι ἐκκλησίαι ἄνδρας
5 [δύο,] τοὺς δὲ αἱρεθέντας προνοῆσαι, ὅπως κατα-
[γο]ρ̣ασθῆι σῖτος ὁ ἱκανὸς ἢ μισθωθῆι ἡ παροχὴ
[το]ῦ̣ ἱκανοῦ πλήθους εἰς τὴν διαμέτρησιν, ἵνα
[δ]ῶσιν ἑκάστωι τῶμ πολιτῶν ἡμιεκτῆ ἓξ ἐν τῶ̣[ι]
μηνὶ τῶι Ληναιῶνι τῆι ἕκτη<ι>, ἐν ἧι ἐγένετο ὁ βασ[ι]-
10 λεὺς Εὐμένης, καὶ ἡ θυσία καὶ ἡ ἑστίασις συντελε[σθῆι]
[δ]ιευκ[ρ]ινουμένων τῶν τε κατὰ τὰς πομπὰς κ̣[αὶ]
τ̣ὰς θυσίας καὶ τὸν καθοπλισμὸν τῶν ἐφήβων̣
[κ]αὶ τῶν ἄλλων τῶν διατεταγμένων κατά
[τ]ε τὸν στεφανηφορικὸν νόμον καὶ τὴν περὶ
15 [τ]ῆς ἱερεωσύνης διαγραφήν. αἱρεῖσθαι δὲ κα[ὶ]
ε̣ἰς τὸν ἑξῆς χρόνον τοῦ μηνὸς τοῦ Ταυρεῶνο[ς]
τῆι δωδεκάτηι τοὺς καταγοράσοντας σῖτο[ν]
ἢ μισθώσοντας τὴν παροχὴν τοῦ ἱκανοῦ πλή-
θους. v ἵνα δὲ τύχηι τὰ προειρημένα τῆς προσ[η]-
20 [κ]ούσης οἰκονομίας, τοὺς εἰρημένους ἄνδρας
[ἐ]πὶ τῆς κατασκευῆς τοῦ γυμνασίου Εἰρηνίαν Εἰρη̣-
[ν]ίου, Ζώπυρον Ἀσκληπιοδώρου ἀποσυστῆ-
[σ]αι ἐμ μηνὶ Ἀρτεμισιῶνι τῶι ἐν τῶ ἐνεστῶτ[ι]
[ἐ]νιαυτῶι ἀπὸ τῶμ ὀφειλομένων ἐμπορικῶν
25 δ̣ανείων τάλαντα τριάκοντα τοῖς αἱρεθησομέ-
ν̣οις ἐπὶ τῆς δημοσίας τραπέζη̣ς εἰς τὸν ἐνιαυ-
τὸν τὸμ μετὰ τὸν δεύτερον θεὸν τὸμ μετὰ Μενε̣-
κράτην, τοὺς δὲ χορηγεῖν τοῖς αἱρουμένοις ἀνδρά-
[σ]ιν ἀπὸ τῆς προσόδου εἰς τὸν καταγορασμὸν τοῦ̣
30 σίτου, ἐξιόντας δὲ παρ[αδ]ι̣δ̣όναι τοῖς με-
θ’ ἑαυτοὺς τραπεζ[ίταις ․․․c.10․․․] συ[μ]-
βόλαια εὐαρ̣κ̣[ετὰ — αἰ]-
τῆσαι τοὺς α̣[ἱρουμένους? —]
v4 π̣[οιε]ῖ̣ν [δὲ ․․c.7․․ εὐθὺς τὸν] καταγ̣ο[ρασμὸν]
35 [ἢ τ]ὴν μίσθω[σιν τοῦ σίτου κα]ὶ ἐγγρά<φ>εσθαι εἰς τ[ὸν]
[λ]όγον. v2 ὅπω[ς δὲ τῆς ἁρ]μ̣οζούσης τηρήσεω[ς]
τυγχάνηι τὰ ἐ̣[ψηφισμένα κ]αὶ ἡ εἰς τὸμ βασιλέα
μνήμη διαφυλά̣[σσητ]αι εἰς τὸν ἀεὶ χρόνον, ἐπ[ι]-
γνῶσι δὲ καὶ οἱ ἀ[δε]λφοὶ αὐτοῦ βασιλεύς τε Ἄτ-
40 ταλος καὶ Ἀθήναιος καὶ ὁ υἱὸς Ἄτταλος τὴν τοῦ
δήμου καὶ ἐν τούτοις προαίρεσιν, v μὴ εἶναι μη-
θενὶ μήτε εἰπεῖν μήτε ἀναγνῶναι μήτε προθεῖ-
ναι μήτε πρ̣ογράψαι μήτε ἐπιψηφίσαι, ὡς δεῖ με-
τατεθῆναι τὰ χρήματα εἰς ἄλλο τι καὶ μὴ ὑπάρχει[ν]
45 εἰς τὰ ἐν τῶι ψηφίσμ̣[ατι] κατακεχωρισμένα.  ἐὰν δ̣[έ]
τις παρὰ ταῦτα π[ράξηι] τρόπωι <ὁτωι>οῦν, τό τε γρ]-
φὲν ἄκυρον ἔσ̣[τω, ὁ δὲ π]ράξας τι τῶν ἀπειρη-
μένων [ἀποτεισάτω στατῆρας] δ̣ισχιλίους ἱεροὺς
το̣[ῦ Ἀπόλλωνος τοῦ Διδυμ]έως· ὁμοίως δὲ
50 [— πρ]όστιμον καὶ τοῦ
[—]ῶσιν, τὰ διάφορα
[—]μένα. v2 τὸ δὲ ψή-
[φισμα τόδε ἀναγράψαι εἰς στήλ]ην λιθίνην καὶ στ̣[ῆ]-
[σαι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος το]ῦ Διδυμέως π[ρὸ]
55 [τοῦ ναοῦ —]μένους· τοὺς [δὲ]
[— κα]τασκευῆ[ς τῆς]
[στήλης vacat?]
Search Help
Contact Us