Honorary decree of Stratos (in Acarnania) for foreign judges (from Miletos); III2/II1: IG IX, 12, 417; *IDidyma 487 (PH); **Gnomon 1959, 669 (ll. 1-2); SEG 19, 410.  
[ ] IDid 487
1 ․․․α συγγενῆ τῶν [Ἀκαρνάνων διότι δικαστὰς ἄνδρας κα]-
λοὺς κἀγαθοὺς χειροτονήσας ἀ̣[πέστειλεν ἡμῖν], ὁμοίως δὲ τ̣[οὺς]
δικαστάς, διότι τάν τε ἐνδαμίαν ἐποιήσαντο ἀξίως τοῦ ἐξαποσ̣-
τείλαντος δάμου καὶ αὐτοσαυτῶν καὶ τᾶς πόλιος τῶν Στρατίων̣,
5 καὶ δεδόσθαι αὐτοῖς ἀρετᾶς ἕνεκε v2 καὶ δικαιοσύνας προξενίαν καὶ
POLITEI/AN KAI\ AU)TOI=S KAI\ E)GGO/NOIS KATA\ TO\N NO/MON KAI\ GA=S E)/NKTHSIN
καὶ οἰκίας καὶ ἀτέλειαν· ὑπάρχειν δὲ καὶ τὰ λοιπὰ τίμια, ὅσα τοῖς λοιποῖς
προξένοις καὶ εὐεργέταις τᾶς πόλιος τῶν Στρατίων, ἐχόντοις ἀσφά-
λειαν καὶ ἀσυλίαν καὶ αὐτοῖς καὶ χρημάτοις καὶ πολέμου καὶ εἰράν[ας]
10 τὰ ἀπὸ Στρατίων καὶ τῶν ἐν Στρατίωι κατοικεόντων. ὅπως δὲ ἁ π[ρο]-
[ξ]ενία ἀναγραφῇ καὶ τὸ ψάφισμα ἐν τῶι ἐμφανεῖ, καθ’ ὅν κα τρόπον [φαί]-
[ν]ηται ἐπιτάδειον εἶμεν, ἐπιμέλειαν ποιήσασθαι τοὺς ἐνάρχο[υς]
ἄρχοντας· δόμεν δὲ τοὺς ἄρχοντας καὶ τοῦ ψαφίσματος τ̣[ού]-
του ἀντίγραφον τοῖς δικασταῖς καὶ τὸν δᾶμον τὸν Μιλησίων ἀξ̣[ιωμέ]-
15 νον εἶμεν ἀπὸ τᾶς πόλιος τῶν Στρατίων, ὅπως ἀναγράψῃ α[ὐτὸ ἔν]
τε τῶι τοῦ Ἀπόλλωνος ἱερῶι καὶ ἐν τῶι τοῦ Ἀπόλλωνος τοῦ [Διδυ]-
μέως. vacat
Search Help
Contact Us