[ ]
Kaibel 233
1 | ἄρτι σὲ τὸν θάλλοντα νέοις ἐπὶ γυμνάδος ἔργοις, |
ἅβας καλλίστοις ἄνθεσι τερπόμενον, | |
ἠίθεον, Πρώταρχε, πατὴρ ἐκαλύψατο τύμβωι, | |
ὀστέα δ’ ὀγκωθεὶς οὗτος ἔδεκτο τάφος. | |
5 | πρόσθεν δ’ ὁ πρέσβυς πινυτῶι δεδμημένος ἄλγει |
Ἰσιάδ’ ὠκύμορον μύρετο θυγατέρα· | |
αἰ[ά]ξας δ’ ἄπληστα παλίνδρομον ἔλλαβε πένθος | |
Πρώταρχος· γαμετὴν γὰρ στενάχησε λίην. | |
λάινα δ’ ὤγκωσεν τάδε σήματα· τὰς γὰρ ἀφ’ ὑμῶν | |
10 | Ἅιδης γηροτρόφους ἐλπίδας ὠρφάνισεν. |