[ ] Kaibel 233
1 ἄρτι σὲ τὸν θάλλοντα νέοις ἐπὶ γυμνάδος ἔργοις,
ἅβας καλλίστοις ἄνθεσι τερπόμενον,
ἠίθεον, Πρώταρχε, πατὴρ ἐκαλύψατο τύμβωι,
ὀστέα δ’ ὀγκωθεὶς οὗτος ἔδεκτο τάφος.
5 πρόσθεν δ’ ὁ πρέσβυς πινυτῶι δεδμημένος ἄλγει
Ἰσιάδ’ ὠκύμορον μύρετο θυγατέρα·
αἰ[ά]ξας δ’ ἄπληστα παλίνδρομον ἔλλαβε πένθος
Πρώταρχος· γαμετὴν γὰρ στενάχησε λίην.
λάινα δ’ ὤγκωσεν τάδε σήματα· τὰς γὰρ ἀφ’ ὑμῶν
10 Ἅιδης γηροτρόφους ἐλπίδας ὠρφάνισεν.
Search Help
Contact Us