[ ]
Kaibel 233
| 1 | ἄρτι σὲ τὸν θάλλοντα νέοις ἐπὶ γυμνάδος ἔργοις, |
| ἅβας καλλίστοις ἄνθεσι τερπόμενον, | |
| ἠίθεον, Πρώταρχε, πατὴρ ἐκαλύψατο τύμβωι, | |
| ὀστέα δ’ ὀγκωθεὶς οὗτος ἔδεκτο τάφος. | |
| 5 | πρόσθεν δ’ ὁ πρέσβυς πινυτῶι δεδμημένος ἄλγει |
| Ἰσιάδ’ ὠκύμορον μύρετο θυγατέρα· | |
| αἰ[ά]ξας δ’ ἄπληστα παλίνδρομον ἔλλαβε πένθος | |
| Πρώταρχος· γαμετὴν γὰρ στενάχησε λίην. | |
| λάινα δ’ ὤγκωσεν τάδε σήματα· τὰς γὰρ ἀφ’ ὑμῶν | |
| 10 | Ἅιδης γηροτρόφους ἐλπίδας ὠρφάνισεν. |