[ ] RPh 1949, 15, no. 4
1 εἰμὶ Μένωνος μὲν θυ̣γάτηρ.
θνήσκω δὲ πρὸ μοίρας·
λίπω δὲ αἰνοπαθῆ δάκρυα
ματρὶ φίλᾳ
5 Καλλινόῃ καὶ παιδὶ παν-
ορφάνῳ· οὔνομα δὲ αἰὼν
οὔποτ’ ἀμαυρώσει τοὐμόν·
ἐπεὶ λεγόμαν
Εὐκτήτη· στέρξας δ’ ἐμὲ
10 Ἀριστόλοχος κτερέϊξεν
καὶ στερχθίς, ᾧπερ μ’ ἥρμο-
σεν αὐτὸς Ἔρως.
χαῖρε καὶ εἰν Ἀΐδεω χρηστή·
κούφη δέ σ’ ἔνερθε
15 εὐνάζοι κόλποις γαῖα
ὑποδεξαμένη.
Search Help
Contact Us