[ ] CIG 2237
1 ἕβδομον εἰς δέκατόν τε βίου λυκάβαντα περῶντα
Μοῖρά με πρὸς θαλάμους ἅρπασε Φερσεφόνας.
λαμπάδα γὰρ ζωᾶς με δραμεῖν μόνον ἤθελε δαῖμων,
τὸν δὲ μακρὸν γήρως οὐκέτι θεῖν δόλιχον·
5 ἄρτι δ’ ἐφηβείαις θάλλων Διονύσιος ἀκμαῖς
καὶ σελίσιν Μουσῶν ἤλυθον εἰς Ἀΐδαν.
ἀλλὰ πάτερ μᾶτέρ τε προλείπετε πικρὸν ὀδυρμόν·
τέρμα γὰρ εἴς με βίου Μοῖρ’ ἐπέκρανε τόδε.
Search Help
Contact Us