[ ]
CIG 2237
| 1 | ἕβδομον εἰς δέκατόν τε βίου λυκάβαντα περῶντα |
| Μοῖρά με πρὸς θαλάμους ἅρπασε Φερσεφόνας. | |
| λαμπάδα γὰρ ζωᾶς με δραμεῖν μόνον ἤθελε δαῖμων, | |
| τὸν δὲ μακρὸν γήρως οὐκέτι θεῖν δόλιχον· | |
| 5 | ἄρτι δ’ ἐφηβείαις θάλλων Διονύσιος ἀκμαῖς |
| καὶ σελίσιν Μουσῶν ἤλυθον εἰς Ἀΐδαν. | |
| ἀλλὰ πάτερ μᾶτέρ τε προλείπετε πικρὸν ὀδυρμόν· | |
| τέρμα γὰρ εἴς με βίου Μοῖρ’ ἐπέκρανε τόδε. |