[ ]
Peek, ZPE 23, 1976, 87-90
a.1 | ․․Ε? οἱ πρεσβύτεροι vacat |
Μεγακλέα Θεογείτονος, | |
γονῆι δὲ Δαμονίκου, | |
ἄρξαντα τοῦ πρεσβυτικοῦ | |
5 | εὐσεβείας ἕνεκεν τῆς εἰς τοὺς θεούς |
καὶ ἀρετῆς καὶ φιλοτιμίας τῆς εἰς ἑαυτούς. | |
b.1 | σοὶ λάμπει μὲν δόξα, καλοῖς δ’ ἐσθλὰν̣ χάριν ἔργο<ις> |
ὤπασεν ἁ κλεινὰ πρεσβυτέρων σύνοδος, | |
εἰκόν’ ἀναστήσασα σέθεν, μορφᾶς τύπον ἔμπνουν, | |
καὶ σ’ ἐν Ὁμηρείωι γυμνασίωι θεμένα | |
5 | [Χί]ου σ’ [ὕ]ψωσεν, Θεογείτονος υἱέ, Μεγακλέα, |
[σᾶς,] Ν̣ηῖτα, καλὸν δεῖγμ’ ἀρετᾶς θέμενος. |