[ ] CIG 2220
1 οἱ πρεσβύτ[εροι Δ]ιόδωρον Λυσιμάχου [ἄ]ρξαντ[α] τοῦ
πρεσβυτικοῦ εὐσεβήας ἕνεκεν τῆς εἰς τοὺς θεοὺς καὶ
ἀρετῆς καὶ φιλοτε<ι>μίας τῆς εἰς ἑαυτοὺς στεφανοῦσιν
δι’ αἰῶνος χρυσῶι στεφάνωι. ἔδοξεν τοῖς πρεσβ<υ>τέροις
5 περὶ τοῦ στ<ε>φανοῦσθαι κατ’ ἐνιαυτὸν χρυσῶι στεφάνωι
τῇ ἐννεακαιδεκάτῃ τοῦ Ἀρτεμεισιῶνος καὶ ἐν ταῖς
λοιπαῖς ταῖς ἐπιτελουμέναις θυσίαις πρῶτον
Δίννυν Ἑλίξου, δεύτερον Διόδωρον Λυσιμάχο[υ.]
Search Help
Contact Us