[ ]
CIG 2214
| 1 | [ἐ]πὶ πρυ[τ]άνεως Ἀθη[νοδ]ώρου, γ[υμνασι]- |
| αρχούντων Ἑρμησίλεω τοῦ Ξούθο[υ, Δίν]- | |
| νυος τοῦ Ἑλίξου, Νικίου τοῦ Μήτρωνο[ς, οἵδε] | |
| ἐνίκων τῶν τε παίδων καὶ τῶν ἐφήβω[ν καὶ τῶν] | |
| 5 | νέων τοὺς τιθεμένους ἀγῶνας καὶ [ἔθυσαν] |
| ταῖς τε Μούσαις καὶ τῶι Ἡρακλεῖ ἀπὸ τῆς πρ[οσό]- | |
| δου τῆς δεδομένης κατὰ τὸ ψήφισμα τὸ Υ[—] | |
| τευς τοῦ Λυσίου. ἀναγνώσεως Ἀγαθοκλῆ[ς] | |
| Ἀγαθοκλεῦς. ῥαψωιδίας Μιλτιάδης Διονυσίου. | |
| 10 | ψαλμοῦ Ξένων Τιμοκλεῦς. κιθαρισμοῦ Κλε[οκύ]- |
| δης Διονυσίου. παίδων δόλιχον Ἀσκληπιάδης | |
| [Πρ]ωτογένου. ἐφήβων νεωτέρων δόλιχ[ον Δι]- | |
| [ο]νύσιος Καλλιστράτου. μέσων δόλιχον Π[ρω]- | |
| [το]κλῆς Τιμοκλεῦς. πρεσβυτέρων δόλιχο[ν] | |
| 15 | Μοσχίων Μοσχίωνος. ἀνδρῶν δόλιχον Αἰσχρ[ί]- |
| ων Αἰσχρίωνος. παίδων στάδιον Ἀθηνίκων Θ[ε]- | |
| οφάνου. ἐφήβων νεωτέρων στάδιον Ἑστιαῖο[ς] | |
| Μεγήνορος. μέσων στάδιον Ἀπολλώνιος Ἀ- | |
| πολλωνίου. πρεσβυτέρων στάδιον Ἀρτέμ<ω>ν [Ἀρ]- | |
| 20 | τέμωνος. ἀνδρῶν στάδιον Μητρόδωρος Πα[․] |
| [․․]ος παίδων δίαυλον Ἀθηνίκων Θεοφάνου. ἐ- | |
| φήβων νεωτέρων δίαυλον Ὕβριστος Παταίκου. | |
| [μ]έσων δίαυλον Μελάντης Ἀντιγόνου. πρεσ- | |
| βυτέρων δίαυλον Ἀπολλώνιος Ἀπολλωνίου. | |
| 25 | [ἀ]νδρῶν δίαυλον Μῆνις Ἀδράστου. παίδων πά- |
| λην Ἀθηνίκων Θεοφάνου. ἐφήβων νεωτέρων πάλην | |
| Δημήτριος Μάκρωνος. μέσων πάλην Μόσχος Μό[σ]- | |
| χου. πρεσβυτέρων πάλην Θεόδοτος Θεοδότου. [ἀνδ]- | |
| ρῶν πάλην Ἀπελλᾶς Κλεινομάχου. παίδων πυγ[μὴν] | |
| 30 | Ἡρακ[λείδης Ἡρα]κλείδω. ἐφήβων νεωτέρων [πυγμὴ]ν |
| [—]Π[—] |