Chios 34
[ ] CIG 2222
1 ΜΕΤΑΜΕ[․․․]ΚΛ̣[․․․8․․․․ ἐντ]ευχθεὶς ὑπ’ Ἀ[․․․․․12․․․․․]ΚΩ[—]
Σταφύλου ὑπαρχόντων πρὸς τοὺς Χείων πρέσβεις ἀναγεινωσ[κόν]-
των ἐπιστολὴν Ἀντιστίου Οὐέτερος τοῦ πρὸ ἐμοῦ ἀνθυπάτ[ου,]
ἀνδρὸς ἐπιφανεστάτου, κατακολουθῶν τῇ καθολικῃ μου [προ]-
5 θέσει τοῦ τ̣η̣[ρ]εῖν τὰ ὑπὸ τῶν πρὸ ἐμοῦ ἀνθυπάτων γραφέντα̣, [φυ]-
λάττειν καὶ τὴν ὑπὲρ τούτων φερομένην ἐπιστολὴν Οὐέτε[ρος]
εὔλογον ἡγησάμην· ὕστερον δὲ ἑκατέρου μέρους ἐξ ἀντικα[τα]-
στάσεως περὶ τῶν κατὰ μέρος ζητημάτων ἐντυχόντος διήκ[ου]-
σα, καὶ κατὰ τὴν ἐμὴν συνήθειαν παρ’ ἑκατέρου μέρους ἐπιμελ[έσ]-
10 τερα γεγραμμένα ᾔτησα ὑπομνήματα· [ἃ λ]αβὼν, καὶ κατὰ τὸ ἐπιβ̣[άλ]-
λον ἐπιστήσας, εὗρον τοῖς μὲν χρόνοις ἀρχαιότατον δόγμα[τος]
συνκλήτου ἀντισφράγισμα, γεγονότος Λουκίῳ Σύλλᾳ τὸ δε[ύτε]-
ρον ὑπάτωι, ἐν ᾧ μαρτυρηθεῖσι τοῖς Χείοις, ὅσα ὑπὲρ Ῥωμαίων διέ̣[θη]-
κάν τε Μιθριδάτην ἀνδραγαθοῦντες καὶ ὑπ’ αὐτοῦ ἔπαθον, ἡ σύν̣κ̣[λη]-
15 τος εἰδικῶς ἐβεβαίωσεν, ὅπως νόμοις τε καὶ ἔθεσιν καὶ δικαίοις χ[ρῶν]-
ται ἃ ἔσχον ὅτε τῇ Ῥωμαίων φιλίᾳ προσῆλθον, ἵνα τε ὑπὸ μηθ’ ᾡτινι[οῦν]
τύπῳ ὧσιν ἀρχόντων ἢ ἀνταρχόντων, οἵ τε παρ’ αὐτοῖς ὄντες Ῥωμ̣[αῖ]-
οι τοῖς Χείων ὑπακούωσιν νόμοις· Αὐτοκράτορος δὲ θεοῦ υἱοῦ Σ[ε]-
βαστοῦ, τὸ ὄγδοον ὑπάτου, ἐπιστολὴ<ν> πρὸς Χείους, γράφοντ[ος ὡς, ἐπειδὴ]
20 [․․․․11․․․․․]Ρ̣[․]ΕΙΝ̣ ἀμφι[․․․7․․․] τῆς περὶ τὴν πόλιν ἐλευθ[ερίας]
{²continuation lost}²
Search Help
Contact Us