[ ]
Athena 1893, 7-33
1 | ἐ̣π̣ὶ Δεισιθέου πρυτάνεος, παρὰ βασιλέως Ἀλε[ξάνδρ]ου Χίω[ν τῶι] |
δήμ̣ωι. vacat | |
τοὺς φυγάδας τοὺς ἐκ Χίου κατιέναι πάντας, πολίτεομα δ’ [εἶ]- | |
ναι ἐν Χίωι δῆμον. αἱρεθῆναι δὲ νομογράφους οἵτινες γρά- | |
5 | ψουσι καὶ διορθώσουσι τοὺς νόμους, ὅπως μηδὲν ἐναντί- |
ον ἦι τῆι δημοκρατίαι μηδὲ τηῖ τῶν φυγάδων καθόδωι. τὰ δὲ δι- | |
ορθωθέντα ἢ γραφέντα ἐπαναφέρεσθαι πρὸς Ἀλέξανδρον. | |
παρέχειν δὲ Χίους τριήρεις εἴκοσι πεπληρωμένας τοῖς αὀ- | |
τῶν τέλεσιν, ταότας δὲ πλεῖν μέχρι ἂν καὶ τὸ ἄλλο ναο- | |
10 | τικὸν τὸ τῶν Ἑλλήνων μεθ’ ἡμῶν συμπλῇ. τῶν δὲ προδόντων |
τοῖς βαρβάροις τὴν πόλιν ὅσοι μὲν ἂν προεξέλθωσιν φεόγειν | |
αὀτοὺς ἐξ ἁπασῶν τῶν πόλεων τῶν τῆς εἰρήνης κοινωνου- | |
σῶν καὶ εἶναι ἀγωγίμους κατὰ τὸ δόγμα τὸ τῶν Ἑλλήνων· ὅσο[ι] | |
δ’ ἂν ἐγκαταλειφθῶσιν ἐπανάγεσθαι καὶ κρίνεσθαι ἐν τῶι τῶν Ἑλ- | |
15 | [λ]ήνων συνεδρίωι. ἐὰν δέ τι ἀντιλέγηται τοῖς κατεληλυ- |
[θ]όσιν καὶ τοῖς ἐν τῆι πόλει, κρίνεσθαι περὶ τοῦτο αὀτοὺς πα- | |
[ρ’] ἡμῖν. μέχρι ἂν διαλλαγῶσι Χῖοι, φυλακὴν εἶναι παρ’ αὀτοῖς πα<ρ’> | |
Ἀλεξάνδρου τοῦ βασιλέως, ὅση ἂν ἱκανὴ ἦι· τρέφειν δὲ | |
ταότην Χίους. |