[ ] Athena 1893, 7-33
1 ἐ̣π̣ὶ Δεισιθέου πρυτάνεος, παρὰ βασιλέως Ἀλεάνδρ]ου Χίω[ν τῶι]
δήμ̣ωι. vacat
τοὺς φυγάδας τοὺς ἐκ Χίου κατιέναι πάντας, πολίτεομα δ’ [εἶ]-
ναι ἐν Χίωι δῆμον. αἱρεθῆναι δὲ νομογράφους οἵτινες γρά-
5 ψουσι καὶ διορθώσουσι τοὺς νόμους, ὅπως μηδὲν ἐναντί-
ον ἦι τῆι δημοκρατίαι μηδὲ τηῖ τῶν φυγάδων καθόδωι. τὰ δὲ δι-
ορθωθέντα ἢ γραφέντα ἐπαναφέρεσθαι πρὸς Ἀλέξανδρον.
παρέχειν δὲ Χίους τριήρεις εἴκοσι πεπληρωμένας τοῖς αὀ-
τῶν τέλεσιν, ταότας δὲ πλεῖν μέχρι ἂν καὶ τὸ ἄλλο ναο-
10 τικὸν τὸ τῶν Ἑλλήνων μεθ’ ἡμῶν συμπλῇ. τῶν δὲ προδόντων
τοῖς βαρβάροις τὴν πόλιν ὅσοι μὲν ἂν προεξέλθωσιν φεόγειν
αὀτοὺς ἐξ ἁπασῶν τῶν πόλεων τῶν τῆς εἰρήνης κοινωνου-
σῶν καὶ εἶναι ἀγωγίμους κατὰ τὸ δόγμα τὸ τῶν Ἑλλήνων· ὅσο[ι]
δ’ ἂν ἐγκαταλειφθῶσιν ἐπανάγεσθαι καὶ κρίνεσθαι ἐν τῶι τῶν Ἑλ-
15 [λ]ήνων συνεδρίωι. ἐὰν δέ τι ἀντιλέγηται τοῖς κατεληλυ-
[θ]όσιν καὶ τοῖς ἐν τῆι πόλει, κρίνεσθαι περὶ τοῦτο αὀτοὺς πα-
[ρ’] ἡμῖν. μέχρι ἂν διαλλαγῶσι Χῖοι, φυλακὴν εἶναι παρ’ αὀτοῖς πα<ρ’>
Ἀλεξάνδρου τοῦ βασιλέως, ὅση ἂν ἱκανὴ ἦι· τρέφειν δὲ
ταότην Χίους.
Search Help
Contact Us