[ ]
Athena 1893, 7-33
| 1 | ἐ̣π̣ὶ Δεισιθέου πρυτάνεος, παρὰ βασιλέως Ἀλε[ξάνδρ]ου Χίω[ν τῶι] |
| δήμ̣ωι. vacat | |
| τοὺς φυγάδας τοὺς ἐκ Χίου κατιέναι πάντας, πολίτεομα δ’ [εἶ]- | |
| ναι ἐν Χίωι δῆμον. αἱρεθῆναι δὲ νομογράφους οἵτινες γρά- | |
| 5 | ψουσι καὶ διορθώσουσι τοὺς νόμους, ὅπως μηδὲν ἐναντί- |
| ον ἦι τῆι δημοκρατίαι μηδὲ τηῖ τῶν φυγάδων καθόδωι. τὰ δὲ δι- | |
| ορθωθέντα ἢ γραφέντα ἐπαναφέρεσθαι πρὸς Ἀλέξανδρον. | |
| παρέχειν δὲ Χίους τριήρεις εἴκοσι πεπληρωμένας τοῖς αὀ- | |
| τῶν τέλεσιν, ταότας δὲ πλεῖν μέχρι ἂν καὶ τὸ ἄλλο ναο- | |
| 10 | τικὸν τὸ τῶν Ἑλλήνων μεθ’ ἡμῶν συμπλῇ. τῶν δὲ προδόντων |
| τοῖς βαρβάροις τὴν πόλιν ὅσοι μὲν ἂν προεξέλθωσιν φεόγειν | |
| αὀτοὺς ἐξ ἁπασῶν τῶν πόλεων τῶν τῆς εἰρήνης κοινωνου- | |
| σῶν καὶ εἶναι ἀγωγίμους κατὰ τὸ δόγμα τὸ τῶν Ἑλλήνων· ὅσο[ι] | |
| δ’ ἂν ἐγκαταλειφθῶσιν ἐπανάγεσθαι καὶ κρίνεσθαι ἐν τῶι τῶν Ἑλ- | |
| 15 | [λ]ήνων συνεδρίωι. ἐὰν δέ τι ἀντιλέγηται τοῖς κατεληλυ- |
| [θ]όσιν καὶ τοῖς ἐν τῆι πόλει, κρίνεσθαι περὶ τοῦτο αὀτοὺς πα- | |
| [ρ’] ἡμῖν. μέχρι ἂν διαλλαγῶσι Χῖοι, φυλακὴν εἶναι παρ’ αὀτοῖς πα<ρ’> | |
| Ἀλεξάνδρου τοῦ βασιλέως, ὅση ἂν ἱκανὴ ἦι· τρέφειν δὲ | |
| ταότην Χίους. |