[ ] RPh 1937, 337-44, no. 10
1 [— δι]άλυσιν Λαμψακη[νῶν]
[καὶ Παριανῶν — ἠ]ξίωσε<ν> [ὁ] δῆμος ἑκάτερο[ς]
[κρίνεσθαι τὰ ἀδικήματα κ]αὶ τὰ ἐγκλή̣ματα καὶ τὰς δίκ[ας]
[τὰς πρότερον? γεγενημέ]νας ὅσαι ἦσαν ἔκκλητοι, τάς τε δ[ί]-
5 [κας λοιπὰς ἦρθαι πάσ]ας καὶ τὰ λοιπὰ ἐγκλήματα ἢ ἀδική[μα]-
[τα ἢ ὀφειλήματα? πά]ντα· ὁμοίως δὲ ἦρθαι καὶ εἴ τινά κατ․
[— ὑπῆρ]χ̣εν ἀδικήματα μηθενὸς ὑπολει[πομέ]-
[νου — πρὸς αὐ]τὰς ἐγκλήματος τῶν ἐκ τοῦ πρότερο[ν]
[χρόνου, καὶ εἰ τοῖς ἰδι]ώταις ὑπάρχει πρὸς ἑαυτοὺς συμβόλ[αια]
10 [ἐνεστῶτα κατὰ τὸν πόλ]εμον, καὶ ἐπὶ τούτοις συγκαταθεμέ[νων]
[τῶν παραγενομένων] ἀπὸ τῶν πόλεων· ἀγαθῆι τύχηι· δε[δόχθαι]
[τῶι δήμωι· εὔξασθαι μὲ]ν τὸν πρύτανιν τὸν στεφανηφ[όρον καὶ]
[τοὺς ἱερεῖς τοὺς δημ]οτελεῖς καὶ τὰς ἱερείας θεοῖς π[ᾶσι]
[καὶ πάσαις γίνεσθαι συμ]φερόντ[ω]ς̣ τὴν σύλλυσιν ἐπ’ ἀγαθ[ῶι]
15 [τῶι δήμωι τῶι Λαμψακηνῶ]ν καὶ τῶι δήμωι τῶι Παριανῶ<ν>
[καὶ —] ἐπιτελέσαι θυσίαν θεοῖς πᾶσι
[καὶ πάσαις· — τοὺ]ς πρεσβευτὰς καὶ τὸν ἐπήκοον [ἑ]-
[κατέρας τῆς πόλεως —]τας μετὰ Λαμψακηνῶν καὶ Παρι-
[ανῶν —]ν· πέμψαι δὲ καὶ πρεσβείαμ πρ[ὸς]
20 [τὸν δῆμον τὸν Λαμψακη]νῶν καὶ τὸν δῆμον τὸμ Παρια-
[νῶν τὴν διαλεξομένην περ]ὶ τῆς ἐπιτετελεσμένης ὑπὸ τ[οῦ]
[δήμου τοῦ ἡμετέρου πρὸς αὐτ]ὰς συλλύσεως· ἵνα δὲ καὶ δια<μ>[έ]-
[νηι ταῦτα κύρια εἰς τὸν ἅπαν]τα χρόνον, τοὺς ἐξεταστὰς [καὶ]
[τοὺς πολεμάρχους ἐπιμελεῖ]<σ>θαι κατασκευῆς στή[λης]
25 [λιθίνης ἐφ’ ἧς τόδε τὸ ψ]φισμα ἀν[αγραφήσεται —]
Search Help
Contact Us