[ ] JÖAI 35, Beibl. 121-26
1 [— διατίθε]σ̣[θ]αι τὰ περὶ προστίμων ὧν νῦν δίδωσιν μυρίων δισχιλί[ων εἶ]-
[ναι αὐτῷ] κατὰ τὸ αὐτὸ ψήφισμα τὴν διαταγὴν μηδενὸς ἕξοντος ἐξουσίαν μηδ’ ἐκ
[π]ροστάγματος γράψαι περὶ αὐτῶν ἢ νομοθετῆσαι ἢ εἰς διόρθωμα κατατάξα[ι περὶ]
[τ]ῆς μεταγωγῆς ἢ μεταθέσεως τῶν χρημάτων τούτων ἢ τῶν προσόδων αὐτῶν· [ὁμοί]-
5 ως δὲ καὶ περὶ τῶν πρὸ τοῦ δεδομένων ὑπ’ αὐτοῦ χρημάτων ἢ τῶν προσόδων α̣[ὐτῶν.]
ἐ̣ὰ̣ν δέ τις πράξῃ παρὰ τὰ πρὸ τοῦ διησφαλισμένα ἢ τὰ νῦν ἐγνωσμένα, ἔστω τὰ χρήματα [ταῦ]-
[τα πάντα] τῶν Λευκίου κληρονόμων· ἐὰν δὲ μὴ πράξωνται οἱ κληρονόμοι, ἔστω τοῦ δήμο̣[υ]
[τοῦ Ῥω]μαίων, ἔστω δὲ καὶ ὁ ποιήσας τι τῶν ἀπηγορευμένων ἐν τοῖς αὐτοῖς προστείμοις [κἠ]-
παρ[ῆ]ι· δεδόχθαι ἐπικεχωρῆσθαι αὐτῶι περὶ πάντων, καθότι βεβούληται. καὶ ἐπεὶ
10 π̣ροεψηφίσατο ὁ δῆμος ἀνδριάντος ἀνάστασιν αὐτῷ ἐν τῷ ἐπισημοτάτῳ τῆς ἀγ[ο]-
ρ̣ᾶς τόπῳ, βούλεται δὲ αὐτὸν συναναστῆσαι τοῖς τῶν τέκνων ἀνδριᾶσιν ἐπὶ τῶν
στυλείδων, δεδόχθαι ἐπικεχωρῆσθαι αὐτῶι. ὁμοίως δὲ ἐξεῖναι αὐτῶι καὶ τὰ ἀγάλμα-
τ̣α τῶν υἱῶν αὐτοῦ, ἃ ἐψηφίσατο ὁ δῆμος ἀνατεθῆναι ἐν τῶι γυμνασίωι, ἀναστῆ-
[σ]αι ἐν ὧι ἂν βούληται τοῦ ἀκροατηρίου τόπωι. ὅπως ταῦτά τε τὰ ἀγάλματα καὶ τὸ
15 [ἀ]νασταθὲν ὑπὸ Ῥωμαίων ἐν τῇ ἐξέδρᾳ, ᾗ αὐτὸς κατεσκεύασεν ἐν τῷ πρεσβυτι-
[κ]ῶι, καὶ οἱ ἀνδριάντες οἱ ἀνασταθησόμενοι Λευκίου τε καὶ τῶν υἱῶν αὐτοῦ μὴ μεταρθῶ-
[σιν] μηδὲ μετεπιγραφῶσιν, συντηρῆται δὲ εἰς τὸν ἀεὶ χρόνον ἥ τε τοῦ δήμου χάρις καὶ ἡ
μ̣ν̣ήμη̣ τῶν ἀνδρῶν, εἶναι τἀτὰ ἀπαγορεύματα καὶ πρόστειμα, ὅσα γέγραπται καὶ πε-
[ρὶ τῶν] ἀγαλμάτων τῶν ἐν τῇ ἐξέδρᾳ ἐν Πανήμωι τῶι ἐπὶ Ἀρίστωνος· εἶναι δὲ
20 [αὐτοὺ]ς ἐνόχους ἱεροσυλίᾳ καὶ ἐν ἐπαρῇ. ἀποδεδειγμένου δὲ Λευκίου Νασσίου δ[ιὰ]
[τηλικ]ούτων τὴν πρὸς τὸν δῆμον εὔνοιαν καὶ τὸ διηνεκὲς ἑδραίως ἐν πᾶσιν [ἐν]-
[άρετον, δεδόχθαι, ὃ ὁμοί]ως αὐτῶι χαρτὸν καὶ πάσης εὐχῆς ἐπάξιον καὶ τῶι σύνπαντι δήμ[ῳ]
[πρὸς χάρ]ι̣ν [ἐστί, τό τε χωρίο]ν τοῦ γένους παισὶ παίδων παραδοθῆναι τήν τ’ οἰκίαν ἄθραυσ-
[τον μεθ’] ὅλ̣ου̣ τού̣[του τοῦ χ]ω̣ρίου μεῖναι, ὅπως ἥ τε εἰς αὐτὸν μνήμη καὶ εὐχαριστία τοῖς ἀπο-
25 [γόνοις προ]σθῇ τὴν ἐ̣[ν εὐ]φ̣ρ̣οσ̣ύ̣νῃ {την} ἀπόλαυσιν ἥ τε ἐξ αὐτῶν εὔνοια πατροπαράδοτος οὖσα
[ἀμείωτος καὶ ἀπαρασάλευτος εἰς τὸν] ἀεὶ χρόνον τῶι δήμῳ φυλάσσηται. ἐπεὶ δὲ ἡ φθονερ[ὰ Μοῖρα]
[ἀφήρπασεν ἄρτι τοὺς Λευκίου υἱούς,] ἄνδρας ἀγαθοὺς μὲν καὶ προσηνεῖς πατρί, ἀγαθοὺ̣[ς δὲ πα]-
[τέρας ἀγα]θ̣ῶ̣[ν? καὶ γενναίων παίδων μεγ]ί̣στας εἰς ἐλπίδας αὐξομένων καταλλ[ήλως τῷ πάπ]-
[πωι ὅ τ]ε̣ τ[άφος ὁ προγονικὸς ἀφείθη αὐτοῖ]ς̣ παρὰ Λευκίου, καὶ αὐτῶι τὸ παρὰ τὸν [τάφον τοῦ]-
30 [τον, —]την σ[—]ι․․προσ[—]
Search Help
Contact Us