[ ] Arab., Nabatene — Petra — 341 AD
1 ☩ παῖς ἐνθάδε κεῖμε Διονύσιος Ἰάσονος
τοῦ ποτ’ ἱερεύσαντος θεοῦ Λόγῳ, θεῷ ἐόντι
Χριστῷ πανβασιλῆι ὁμοουσίῳ τριάδι σεπτῇ
κεῖνος ἐνθάδε κεῖται παρ<ὰ> τράπεζαν ἁγιοφόρον.
5 ☩ ἐγὼ δὴ δ’ἔτος εἰκοστὸν ὄγδοον ἡνιοχήσας, ☩
Χριστοῦ διάκονος μεγάλου τε νεὼς Ἱεροσολύμων
πέπαυμε μόχθου βίου, ἀδικηθεὶς οὐκ ἀδικήσας,
[ἀ]λλ’ ἐγὼ αὖθις ἀναστήσομαι Χριστοῦ παρόντος
․․παε ὕμνους δοξολογίας ἀναπέμπων. ☩ ἐκοιμήθη ☩
10 τῇ ․․ʹ Δύστρου, τμαʹ.
Search Help
Contact Us