[ ]
Arab., Nabatene — Petra — 341 AD
| 1 | ☩ παῖς ἐνθάδε κεῖμε Διονύσιος Ἰάσονος |
| τοῦ ποτ’ ἱερεύσαντος θεοῦ Λόγῳ, θεῷ ἐόντι | |
| Χριστῷ πανβασιλῆι ὁμοουσίῳ τριάδι σεπτῇ | |
| κεῖνος ἐνθάδε κεῖται παρ<ὰ> τράπεζαν ἁγιοφόρον. | |
| 5 | ☩ ἐγὼ δὴ δ’ἔτος εἰκοστὸν ὄγδοον ἡνιοχήσας, ☩ |
| Χριστοῦ διάκονος μεγάλου τε νεὼς Ἱεροσολύμων | |
| πέπαυμε μόχθου βίου, ἀδικηθεὶς οὐκ ἀδικήσας, | |
| [ἀ]λλ’ ἐγὼ αὖθις ἀναστήσομαι Χριστοῦ παρόντος | |
| ․․παε ὕμνους δοξολογίας ἀναπέμπων. ☩ ἐκοιμήθη ☩ | |
| 10 | τῇ ․․ʹ Δύστρου, τμαʹ. |