[ ] Arab., Hauran — Bostra (Buṣrā)
1 οὔποτ’ ἴσην βιότοιο [βροτοὶ βαίνουσι κέλευθον],
ἀλλὰ Τύχη ποσὶν ἄλ<λ>οτε ἐρ̣[ειδομένη πέλει ἐσθλή],
ἄλλοτε δὲ σκάζουσα κακ[ὴ καὶ ἀμήχανός ἐστιν]·
καλοῖς τε φθονέουσ’ ὀλ[ίγον βιότοιο δίδωσιν]·
5 ὣς νῦν Κυρίλλης ἐρατὸ[ν δέμας ἐνθάδε κεῖται]·
ἣ σοφίῃ κραδίην κάλλει δὲ [φυὴν ἐκέκαστο]
τὴν ἔτι μηνὶ κύουσαν ἐν ὀ̣[γδοάτῳ κτάνε γαστήρ].
τῇ δὲ Κίνων φίλος υἱὸς ἐδείμ[ατο –⏑⏑ ––]
αἰεί μιν δόμος οὗτος ἐώνι[ος –⏑⏑ ––].
Search Help
Contact Us