[ ]
Arab., Hauran — Bostra (Buṣrā)
1 | οὔποτ’ ἴσην βιότοιο [βροτοὶ βαίνουσι κέλευθον], |
ἀλλὰ Τύχη ποσὶν ἄλ<λ>οτε ἐρ̣[ειδομένη πέλει ἐσθλή], | |
ἄλλοτε δὲ σκάζουσα κακ[ὴ καὶ ἀμήχανός ἐστιν]· | |
καλοῖς τε φθονέουσ’ ὀλ[ίγον βιότοιο δίδωσιν]· | |
5 | ὣς νῦν Κυρίλλης ἐρατὸ[ν δέμας ἐνθάδε κεῖται]· |
ἣ σοφίῃ κραδίην κάλλει δὲ [φυὴν ἐκέκαστο] | |
τὴν ἔτι μηνὶ κύουσαν ἐν ὀ̣[γδοάτῳ κτάνε γαστήρ]. | |
τῇ δὲ Κίνων φίλος υἱὸς ἐδείμ[ατο –⏑⏑ ––] | |
αἰεί μιν δόμος οὗτος ἐώνι[ος –⏑⏑ ––]. |