[ ] Arab., Hauran — Bostra (Buṣrā)
1 οὔποτ’ [ἴση]ν̣ βιότοιο
βροτοὶ β[αίν]ουσι κέλευθον /
ἀλλὰ Τύχ[η π]οσὶν ἄλλοτ’
ἐρειδομέ̣[νη π]έλ̣ει ἐσθλή, /
5 ἄλλοτε δὲ σκάζουσα κα-
κὴ καὶ ἀμήχανός ἐστιν· ∙ /
καλοῖς τε φθονέουσ’ ὀλί-
γον βιότοιο δίδωσιν. ∙ /
ὣς νῦν Κυρίλλης ἐρατὸν
10 δέμας ἐνθάδε κεῖται, ∙ /
ἣ σοφίῃ κραδίην κάλλει δὲ
φυὴν ἐκέκαστο· ∙ /
τὴν ἔτ<ι> μηνὶ πέλουσαν
ἐν ὀγδοάτῳ κτάνε γα-
15       στήρ. ∙ /
Search Help
Contact Us