[ ]
Arab., Hauran — Bostra (Buṣrā) — 540 AD
1 | ☩ |
ἐκ φιλοτιμίας τοῦ εὐσεβ(εστατου) καὶ φιλοχ(ρίστο)υ με- | |
τὰ θ(εο)ῦ ἡμῶν δεσπότου Φλ(αουίου) Ἰουστινιανοῦ τοῦ αἰωνίου | |
Αὐγούστου, ἀνυσθείσης διὰ Ἰωάννου τοῦ π<αν>αγιωτ(άτου) | |
καὶ μακαριωτ(άτου) ἡμῶν ἁρχιεπισκ(όπου) μητροπολίτου, | |
5 | ἐκ θεμελίων ἀνοικοδομήθη καὶ ἐκτ(ί)σ(θη), σπου- |
δῇ Παλλαδίου κ(αὶ) Σαβίνου διακόνων καὶ ἐπιτρόπων | |
ἐν μη(νὶ) Μαρτίῳ, χρ(όνοις) γʹ ἰνδ(ικτιῶνος) τοῦ ἔτους υλδʹ τῆς ἐπα̣[ρχείας]. |