| 1 | [ἐπ]ὶ Νικομάχου ἄρχο[ντος ἐπὶ τῆς] |
| [Π]ανδιονίδος ἑβδόμης [πρυτανεί]- | |
| [α]ς, ἐνάτηι καὶ εἰκοστῆι τῆς πρ[υτ]- | |
| ανείας· τῶν προέδρων ἐπεψήφιζ[ε]- | |
| 5 | ν Ἀριστόμαχος ἐξ Οἴου, Ὀνήσιππο- |
| S *)ARAFH/NIOS E)GRAMMA/TEUEN: E)/DOC- | |
| εν τῶι δήμωι· Ἱππόστρατος Ἐτεαρ- | |
| χίδου Παλληνεὺς εἶπεν· εἶναι κα- | |
| ὶ τοῖς Ἐλαιουσίοις τὰ αὐτὰ ἅπ[ερ] | |
| 10 | ὁ δῆμος ἐψήφισται τοῖς Χερρ[ονη]- |
| σίταις, τὸν δὲ στρατηγὸν Χά[ρητα] | |
| ἐπιμεληθῆναι αὐτῶν ἐν τῶι [τρόπ]- | |
| ωι τῶι αὐτῶι, ὅπως ἂν ἔχοντε[ς Ἐλα]- | |
| ιούσιοι τὰ ἑαυτῶν ὀρθῶς κ[αὶ δικ]- | |
| 15 | αίως οἰκῶσιν μετὰ Ἀθηναί[ων ἐν Χ]- |
| ερρονήσωι. καὶ καλέσαι το[ὺς Ἐλα]- | |
| ιουσίους ἐπὶ δεῖπνον εἰς [τὸ πρυ]- | |
| τανεῖον εἰς αὔριον. |
IG II²
228