[ ] Syr., Emesene — Epiphaneia (Ḥama) — 81-96 AD
1 ἐξ ἐντολῶν Αὐτοκρά-
τορος 〚Δομ〛ι̣τιανοῦ Καίσ[α]-
ρος Σεβαστοῦ υἱοῦ, Σεβασ[τοῦ]
πρὸς Κλαύδιον Ἀθηνόδωρον
5 ἐπίτροπον· ἐν τοῖς ἐξαιρέτοις
καὶ μεγάλης χρήζουσιν φρον-
τίδος, ὑπὸ τοῦ θεοῦ πατρὸς Οὐε[σ]-
πασιανοῦ Καί̣σαρ̣ος ἐπιμελείας τετ[υ]-
χέναι γεινώσκω τὰ τῶν πόλεων φι-
10 λάνθρωπα· οἷς ἐνατενίσας, ἐκέλευ[σε]
μήτε ὑποζυγίων μισθώσεσιν, μείτε ξέ[νων]
ὀχλήσεσιν βαρύνεσθαι τὰς ἐπαρχείας.
A)LL' O(/MWS, U(PEI/[C]EI H)\ OU) E)P[3P]3IDIORQW/SEWS {26E)PIDIORQW/SEWS}26
τυχόν, οὐ τοῦτο πεφύλακται· μένει γὰρ
15 μέχρι νῦν παλαι<ὰ> καὶ εὔτονος συνήθεια,
κατ’ ὀλίγον χωροῦσα εἰς νόμον, εἰ μὴ ἰσχύε[ιν]
κωλυθείη δυνάμει. ἐντέλλομαι δὴ καὶ σοὶ φρον̣τ̣ί[δα]
ποιήσασθαι ὅπως μηδεὶς ὑποζύγιον λάβῃ εἰ [μὴ]
ὁ ἐμὸν ἔχων δίπλωμα· ἀδικώτατον <γ>άρ ἐστι[ν],
20 ἢ χάριτί τινων ἢ ἀξι<ώσει> τὸ γραφὰς γεινέσθαι, ἃς [μη]-
δενὶ ἔξεστιν διδόναι ἢ ἐμοί· μηδὲν οὖν γε[νέσ]-
θω ὃ τὴν ἐμὴν ἐντολὴν καταλύσει καὶ τὴν συμ[φο]-
ρωτάτην ταῖς πόλεσιν γνώμην φθερεῖ· βοη[θεῖν]
γὰρ δίκαιόν ἐστιν ἀτονούσαις ταῖς ἐπαρχε[ίαις]
25 αἳ μόγις τοῖς ἀναγκαίοις ἐξαρκοῦ<σιν>· μηδ[ὲ]
βιαζέσθω τις αὐτὰς παρὰ τὴν ἐμὴν βο[ύ]-
λησιν· ὁδηγόν τε μηδεὶς λαμβανέτω εἰ μ[ὴ]
ὁ ἐμὸν ἔχων δίπλωμα· ἐναποσπωμένω[ν]
γὰρ τῶν ἀγροίκων, ἀγεώργητοι μενοῦ[σιν]
30 αἱ χῶραι. σύ τε, ἢ ἰ<δίο>ις χρησάμενος ὑπο[ζυγί]-
[ο]ις ἢ μισθωσάμενος, κάλλιστα ποιήσει․․․(?)
․․․ΠΕΜ․․․ΠΩ․․․#⁷ΑΣΟΙΔΙΠΛΩΜΑΤΑΜΕΤΑ#⁷
— —ΕΙΑΣ— — —ΧΡΩΜΕ․․․#⁷#⁷#⁷#⁷ΣΕΙΣ#⁷
— — —Τ#⁷— — —ΠΓ#⁷#⁷— —ΠΕ#⁷#⁷#⁷
Search Help
Contact Us