[ ]
Syr., Emesene — Epiphaneia (Ḥama) — 81-96 AD
1 | ἐξ ἐντολῶν Αὐτοκρά- |
τορος 〚Δομ〛ι̣τιανοῦ Καίσ[α]- | |
ρος Σεβαστοῦ υἱοῦ, Σεβασ[τοῦ] | |
πρὸς Κλαύδιον Ἀθηνόδωρον | |
5 | ἐπίτροπον· ἐν τοῖς ἐξαιρέτοις |
καὶ μεγάλης χρήζουσιν φρον- | |
τίδος, ὑπὸ τοῦ θεοῦ πατρὸς Οὐε[σ]- | |
πασιανοῦ Καί̣σαρ̣ος ἐπιμελείας τετ[υ]- | |
χέναι γεινώσκω τὰ τῶν πόλεων φι- | |
10 | λάνθρωπα· οἷς ἐνατενίσας, ἐκέλευ[σε] |
μήτε ὑποζυγίων μισθώσεσιν, μείτε ξέ[νων] | |
ὀχλήσεσιν βαρύνεσθαι τὰς ἐπαρχείας. | |
ἀλλ’ ὅμως, ὑπεί[ξ]ει ἢ οὐ ἐπ{π}ιδιορθώσεως {²⁶ἐπιδιορθώσεως}²⁶ | |
τυχόν, οὐ τοῦτο πεφύλακται· μένει γὰρ | |
15 | μέχρι νῦν παλαι<ὰ> καὶ εὔτονος συνήθεια, |
κατ’ ὀλίγον χωροῦσα εἰς νόμον, εἰ μὴ ἰσχύε[ιν] | |
κωλυθείη δυνάμει. ἐντέλλομαι δὴ καὶ σοὶ φρον̣τ̣ί[δα] | |
ποιήσασθαι ὅπως μηδεὶς ὑποζύγιον λάβῃ εἰ [μὴ] | |
ὁ ἐμὸν ἔχων δίπλωμα· ἀδικώτατον <γ>άρ ἐστι[ν], | |
20 | ἢ χάριτί τινων ἢ ἀξι<ώσει> τὸ γραφὰς γεινέσθαι, ἃς [μη]- |
δενὶ ἔξεστιν διδόναι ἢ ἐμοί· μηδὲν οὖν γε[νέσ]- | |
θω ὃ τὴν ἐμὴν ἐντολὴν καταλύσει καὶ τὴν συμ[φο]- | |
ρωτάτην ταῖς πόλεσιν γνώμην φθερεῖ· βοη[θεῖν] | |
γὰρ δίκαιόν ἐστιν ἀτονούσαις ταῖς ἐπαρχε[ίαις] | |
25 | αἳ μόγις τοῖς ἀναγκαίοις ἐξαρκοῦ<σιν>· μηδ[ὲ] |
βιαζέσθω τις αὐτὰς παρὰ τὴν ἐμὴν βο[ύ]- | |
λησιν· ὁδηγόν τε μηδεὶς λαμβανέτω εἰ μ[ὴ] | |
ὁ ἐμὸν ἔχων δίπλωμα· ἐναποσπωμένω[ν] | |
γὰρ τῶν ἀγροίκων, ἀγεώργητοι μενοῦ[σιν] | |
30 | αἱ χῶραι. σύ τε, ἢ ἰ<δίο>ις χρησάμενος ὑπο[ζυγί]- |
[ο]ις ἢ μισθωσάμενος, κάλλιστα ποιήσει․․․(?) | |
․․․ΠΕΜ․․․ΠΩ․․․#⁷ΑΣΟΙΔΙΠΛΩΜΑΤΑΜΕΤΑ#⁷ | |
— —ΕΙΑΣ— — —ΧΡΩΜΕ․․․#⁷#⁷#⁷#⁷ΣΕΙΣ#⁷ | |
— — —Τ#⁷— — —ΠΓ#⁷#⁷— —ΠΕ#⁷#⁷#⁷ |