[ ]
Syr., Emesene — Epiphaneia (Ḥama) — 81-96 AD
| 1 | ἐξ ἐντολῶν Αὐτοκρά- |
| τορος 〚Δομ〛ι̣τιανοῦ Καίσ[α]- | |
| ρος Σεβαστοῦ υἱοῦ, Σεβασ[τοῦ] | |
| πρὸς Κλαύδιον Ἀθηνόδωρον | |
| 5 | ἐπίτροπον· ἐν τοῖς ἐξαιρέτοις |
| καὶ μεγάλης χρήζουσιν φρον- | |
| τίδος, ὑπὸ τοῦ θεοῦ πατρὸς Οὐε[σ]- | |
| πασιανοῦ Καί̣σαρ̣ος ἐπιμελείας τετ[υ]- | |
| χέναι γεινώσκω τὰ τῶν πόλεων φι- | |
| 10 | λάνθρωπα· οἷς ἐνατενίσας, ἐκέλευ[σε] |
| μήτε ὑποζυγίων μισθώσεσιν, μείτε ξέ[νων] | |
| ὀχλήσεσιν βαρύνεσθαι τὰς ἐπαρχείας. | |
| ἀλλ’ ὅμως, ὑπεί[ξ]ει ἢ οὐ ἐπ{π}ιδιορθώσεως {²⁶ἐπιδιορθώσεως}²⁶ | |
| τυχόν, οὐ τοῦτο πεφύλακται· μένει γὰρ | |
| 15 | μέχρι νῦν παλαι<ὰ> καὶ εὔτονος συνήθεια, |
| κατ’ ὀλίγον χωροῦσα εἰς νόμον, εἰ μὴ ἰσχύε[ιν] | |
| κωλυθείη δυνάμει. ἐντέλλομαι δὴ καὶ σοὶ φρον̣τ̣ί[δα] | |
| ποιήσασθαι ὅπως μηδεὶς ὑποζύγιον λάβῃ εἰ [μὴ] | |
| ὁ ἐμὸν ἔχων δίπλωμα· ἀδικώτατον <γ>άρ ἐστι[ν], | |
| 20 | ἢ χάριτί τινων ἢ ἀξι<ώσει> τὸ γραφὰς γεινέσθαι, ἃς [μη]- |
| δενὶ ἔξεστιν διδόναι ἢ ἐμοί· μηδὲν οὖν γε[νέσ]- | |
| θω ὃ τὴν ἐμὴν ἐντολὴν καταλύσει καὶ τὴν συμ[φο]- | |
| ρωτάτην ταῖς πόλεσιν γνώμην φθερεῖ· βοη[θεῖν] | |
| γὰρ δίκαιόν ἐστιν ἀτονούσαις ταῖς ἐπαρχε[ίαις] | |
| 25 | αἳ μόγις τοῖς ἀναγκαίοις ἐξαρκοῦ<σιν>· μηδ[ὲ] |
| βιαζέσθω τις αὐτὰς παρὰ τὴν ἐμὴν βο[ύ]- | |
| λησιν· ὁδηγόν τε μηδεὶς λαμβανέτω εἰ μ[ὴ] | |
| ὁ ἐμὸν ἔχων δίπλωμα· ἐναποσπωμένω[ν] | |
| γὰρ τῶν ἀγροίκων, ἀγεώργητοι μενοῦ[σιν] | |
| 30 | αἱ χῶραι. σύ τε, ἢ ἰ<δίο>ις χρησάμενος ὑπο[ζυγί]- |
| [ο]ις ἢ μισθωσάμενος, κάλλιστα ποιήσει․․․(?) | |
| ․․․ΠΕΜ․․․ΠΩ․․․#⁷ΑΣΟΙΔΙΠΛΩΜΑΤΑΜΕΤΑ#⁷ | |
| — —ΕΙΑΣ— — —ΧΡΩΜΕ․․․#⁷#⁷#⁷#⁷ΣΕΙΣ#⁷ | |
| — — —Τ#⁷— — —ΠΓ#⁷#⁷— —ΠΕ#⁷#⁷#⁷ |