face A front.1 | ἡ βουλὴ ἡ ἐπὶ Πυθοδότου [ἄρχοντος] ἀν[έ]θ[ηκεν] |
Ἡφαίστωι στεφανωθεῖσ[α ὑπὸ] τοῦ δήμου | |
ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης. | |
Δεινόστρατος Δεινιάδου Ἀγκυλῆθεν εἶπεν· ἐπειδὴ ἡ βουλὴ ἡ ἐπὶ Πυθοδότου ἄρχοντος, ψηφισαμένη κρίσιν ποιῆσαι τῶν λεγόντων ἐν τε͂ι βουλῆι ἐπὶ τῆς ἐνάτης πρυτ[α]- | |
5 | νείας καὶ τιμῆσαι ὃς ἂν δοκε͂ι αὐτεῖ ἄριστα λέγων καὶ πράττων καὶ ἀδωροδοκήτως ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων διατετελεκέναι τὸν ἐνιαυτόν, ἔκρινεν διαχειροτο[νή]- |
σασα περὶ τούτων ἡ βουλὴ Φανόδημον Διύλλου Θυμαιτάδην, δεδόχθαι τῆι βουλῆι, ἀγαθῆι τύχηι τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῆς βουλῆς ἐπαινέσαι Φανόδημον Διύλλου Θυμαιτάδ[ην] | |
ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ στεφανῶσαι ἀπὸ ∶𐅅∶ δραχμῶν, τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς | |
τὸν [στέ]φανον ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀναλισκομένων τε͂ι βουλε͂ι. ἀναγ[ρ]άψαι δὲ καὶ ἐπὶ τὸ ἀνάθημα τῆς βουλῆς τόδε τὸ ψήφισμα τοὺς αἱρεθέντας ποήσασθαι τὸ ἀνάθημα. ὅπως δ’ ἂν καὶ ὁ | |
δῆμος εἰδὼς τὰ ἐψηφισμένα τῆι βουλῆι περὶ Φανοδήμου τιμήσει καὶ αὐτὸς [κ]αὶ στεφανώσει, ἐὰν δοκε͂ι τῶι δήμωι καθάπερ τῆι βουλῆι, τοὺς προέδρους οἳ ἂν λάχωσιν προεδρεύειν ἐν | |
10 | τῶι δήμωι εἰς τὴν πρώτην ἐκκλησίαν χρηματίσαι περὶ Φανοδήμου, καὶ ἀναγ[νῶ]ναι τόδε τὸ ψήφισμα τὸγ γραμματέα τῶι δήμωι, γνώμην δὲ ξυνβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δ[ῆ]- |
μον ὅτι δοκεῖ τῆι βουλῆι, ἐπειδὴ Φανόδημος Διύλλου Θυμαιτάδης καλ[ῶς κ]αὶ φ[ι]λοτίμως καὶ ἀδωροδοκήτως βεβούλευκεν λέγων καὶ πράττων τὰ ἄριστα ὑπὲρ τῆς βουλῆς καὶ | |
τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων, ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων [καὶ τοὺς συμμ]άχους καὶ στεφαν[ῶ]- | |
σαι χρυσῶι στεφάνωι ἀπὸ ∶Χ∶ δραχμῶν ἐπειδὰν τὰς εὐθύνας δῶι· τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τὸν στέφανον ὁπόθεν ἂν τῶι δήμωι δοκε͂ι. ὅπως ἂν [οὖν καὶ οἱ ἄλλοι ἅπαν]τες εἰδῶσι ὅ[τι] | |
ὁ δῆμος καὶ ἡ βουλὴ ἐπίσταται χάριτας ἀποδιδόναι τοῖς ἀεὶ λέγουσιν καὶ πράττου[σιν τὰ βέλτισ]τα ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου, [ἀναγράψαι τόδε τὸ ψήφισ]μα τὸν γράμμα- | |
15 | [τέα] τὸν κατὰ πρυτανείαν ἐν στήληι λι[θίνη]ι καὶ στῆσαι ἐν ἀκροπόλει, εἰς δὲ τὴν ἀνα[γραφὴν τῆς στ]ήλης δοῦναι τὸν ταμίαν τοῦ δήμου Δ[— — δραχμὰς ἐκ τῶν κατὰ ψηφί]σματα |
[ἀναλισκομ]ένων [τῶι δήμωι]. | |
face B left.1 | [Φα]νό[δημος Δι]ύλλου Θυμαιτάδης εἶπεν· — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — |
— ανα — — — ον ἐλέσθαι τὴν βολὴν αὐτίκ[α μάλα — — — — — — — — — — — — — — — — — — — — —]Λ̣#⁷Λ̣․․Λ̣ — — — — — — — σ̣τον καθότι ἂν αὐτοῖς δοκῆι ἄρισ[τ — — — — — — — — — | |
— — — — — — — — — — — —] ἀναθεῖναι τό τε ἄγα- | |
[λμα — — τῶι Ἡφαίστωι κ]αὶ τῆι Ἀθηνᾶι τῆι Ἡφαιστίαι· ἐπιγρ[άψαι δὲ τὸ ψήφισμα τόδε καὶ τοὺς βουλ]ευτὰς πάτροθεν καὶ τοῦ δήμ- | |
5 | [ου καὶ ὅτι ἔθυσαν] ἐφ’ ὑ̣γ̣ι̣[εί]αι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου [τοῦ Ἀθηναίων. ἐπιγράψαι δὲ καὶ τὸ ψήφισ]μα καθ’ ὃ ἐστεφανώθη ἡ βουλὴ |
[ὑπὸ τοῦ δήμου ἐν] τῆι ἐν Διονύσου ἐκκλησίαι δόξασα καλῶς ἐπιμε[μελῆσθαι τῆς εὐκοσμίας τῆς περὶ] τὴν ἑορτὴν τοῦ Διονύσου το[ῦ] | |
6a | — — — — — — — — — — — — — vacat |
vacat 0.028 | |
7 | [Κηφι]σοφῶ[ν] Καλλιβίου Παιανιεὺς εἶπεν· ἐπειδὴ ἡ βουλὴ ἡ ἐ[πὶ Πυθοδ]ότο[υ ἄρχ]οντος καλῶς καὶ δικαίως ἐπε- |
[μελή]θη [τ]ῆς εὐκοσμίας τοῦ θεάτρου, ἐπαινέσαι αὐτὴν καὶ στεφα[νῶ]σαι χρυσῶι [στεφ]άνωι ἀπὸ ∶𐅅∶ δραχμῶν· δοῦναι δὲ αὐτ[ί]- | |
[κα εἰς] θυσίαν 𐅃̣ δραχμὰς τοὺς ταμίας οὓς εἴρηται ἐκ τοῦ νόμου τοῖς δ[ό]ξασιν ἄριστα τῶν βουλευτῶν ἐπιμεμελῆσθαι τῆς εὐκοσ[μίας]. | |
9a | vacat 0.13 |
10 | [․․6․․․ω]ν Ἀντικράτους Παμβωτάδης εἶπεν· τύχηι ἀγαθῆι, ἐψήφισθαι τῆι βουλῆι, ἐπειδὴ Εὔδοξος Θεαγ[γέλου] |
[Συπαλ]ήττιος καλῶς καὶ δικαίως ἐπεμελήθη τῆς διοικήσεως ὑπὸ τῆς βουλῆς ἐφ’ ἣν εἱρέθη καὶ τῆς ἄλλη[ς εὐ]- | |
[κοσμί]ας τῆς βουλῆς μετὰ τῶν πρυτανέων τῶν ἀεὶ πρυτανευόντων, ἐπαινέσαι αὐτὸν καὶ στεφανῶσαι χρυ- | |
[σῶι στεφα]νωι ἀπὸ ∶𐅅∶ δραχμῶν, ἐπειδὰν τὰς εὐθύνας δῶι· ὅπ[ως] δ’ ἂν ποηθῆι ὁ στέφανος καὶ ἦι φανερὰ ἡ δωρεὰ ἡ πα[ρὰ] | |
[τῆς βουλῆ]ς, ἑλέσθαι πέντε ἄνδρας τὴν βουλὴν αὐτίκα μάλα, οἵτινες ποήσονται τὸν στέφανον· τοὺς δὲ ταμί- | |
15 | [ας δοῦναι τ]ὸ ἀργύριον ἐκ τῶν κατὰ ψηφίσματα ἀνα[λισκο]μένων τῆι βουλῆι. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα |
[ἐπὶ τὸ ἀνά]θημα τῆς βουλῆς τῆς ἐπὶ Πυθοδότο[υ ἄρχ]οντος. vacat | |
face C right.1 | [γραμματ]ε[ὺ]ς κατὰ π[ρυτα]νείαν· |
Κλεόστρατος Τιμοσθένους Αἰγιλιεύς | |
ἐπὶ τὰ ψηφίσματα· | |
Δημόφιλος Πανταλέοντος Ἀγρυλῆθεν | |
5 | ἐπὶ τὸ θεωρικόν· |
Κηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος | |
βουλῆς ταμίαι· | |
Ἀντικλῆς Ἀριστοκράτους Κυδαθηναιεύς | |
Δρομοκλείδης Θρασυμήδους Ἀγνούσιος. | |
10 | Βράχυλλος Βαθύλλου Ἐρχιεὺς εἶπεν· ἐπειδὴ Εὔδο[ξ]ος καλῶς καὶ δικαίως ἐπεμελήθη ὧν αὐτῶι ἡ βουλὴ προσ[έταξεν] |
τῆς τε διοικήσεως τῆι βουλῆι καὶ τῆς εὐκοσμίας μετὰ τῶν πρυτάνεων τῶν ἀεὶ πρυτανευόντων καὶ διετ[έλεσεν τὰ] | |
βέλτιστα συμβουλεύων, [δ]εδόχθαι τῆι βουλῆι ἐπαινέσαι Εὔδοξον Θεαγγέλου Συπαλήττιον ἀρετῆς ἕ[νεκα καὶ δικαι]- | |
οσύνης τῆς εἰς τὴν βουλὴν καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ ∶𐅅∶ δραχμῶν ἐπειδὰν τὰς εὐ[θύνας δῶι· τὸ δὲ ἀρ]- | |
γύριον εἶναι εἰς τὸν στέφανον π[α]ρ’ [ἑκ]άστου τῶν βουλευτῶν. εἶνα[ι δ’] αὐτῶι καὶ παρὰ τοῦ δ[ήμο]υ [εὑρέσθαι ἀγαθὸν ὅτι ἂν] | |
15 | [δ]ύνηται. ἀναγράψαι δὲ τόδε τὸ ψή[φισμα ἐπὶ τὸ] ἀνάθημα τῆς βουλῆ[ς τῆς ἐπὶ Πυθοδ]ότου ἄρχοντος· [εἰ]ς [δὲ τὴν ἀναγραφὴν καὶ ἀν]- |
[άθε]σιν τ — — — |
IG II²
223