[ ] Att. — non-stoich. — 343/2 — IG II² 223 Add. (pt. 1.2 p. 659)
face A front.1 ἡ βουλὴ ἡ ἐπὶ Πυθοδότου [ἄρχοντος] ἀν[έ]θ[ηκεν]
Ἡφαίστωι στεφανωθεῖσ[α ὑπὸ] τοῦ δήμου
    ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης.
Δεινόστρατος Δεινιάδου Ἀγκυλῆθεν εἶπεν· ἐπειδὴ ἡ βουλὴ ἡ ἐπὶ Πυθοδότου ἄρχοντος, ψηφισαμένη κρίσιν ποιῆσαι τῶν λεγόντων ἐν τε͂ι βουλῆι ἐπὶ τῆς ἐνάτης πρυτ[α]-
5 νείας καὶ τιμῆσαι ὃς ἂν δοκε͂ι αὐτεῖ ἄριστα λέγων καὶ πράττων καὶ ἀδωροδοκήτως ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων διατετελεκέναι τὸν ἐνιαυτόν, ἔκρινεν διαχειροτο[νή]-
σασα περὶ τούτων ἡ βουλὴ Φανόδημον Διύλλου Θυμαιτάδην, δεδόχθαι τῆι βουλῆι, ἀγαθῆι τύχηι τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῆς βουλῆς ἐπαινέσαι Φανόδημον Διύλλου Θυμαιτάδ[ην]
ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ στεφανῶσαι ἀπὸ ∶𐅅∶ δραχμῶν, τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς
τὸν [στέ]φανον ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀναλισκομένων τε͂ι βουλε͂ι. ἀναγ[ρ]άψαι δὲ καὶ ἐπὶ τὸ ἀνάθημα τῆς βουλῆς τόδε τὸ ψήφισμα τοὺς αἱρεθέντας ποήσασθαι τὸ ἀνάθημα. ὅπως δ’ ἂν καὶ ὁ
δῆμος εἰδὼς τὰ ἐψηφισμένα τῆι βουλῆι περὶ Φανοδήμου τιμήσει καὶ αὐτὸς [κ]αὶ στεφανώσει, ἐὰν δοκε͂ι τῶι δήμωι καθάπερ τῆι βουλῆι, τοὺς προέδρους οἳ ἂν λάχωσιν προεδρεύειν ἐν
10 TW=I DH/MWI EI)S TH\N PRW/THN E)KKLHSI/AN XRHMATI/SAI PERI\ *FANODH/MOU, KAI\ A)NAG[NW=]NAI TO/DE TO\ YH/FISMA TO\G GRAMMATE/A TW=I DH/MWI, GNW/MHN DE\ CUNBA/LLESQAI TH=S BOULH=S EI)S TO\N D[H=]-
μον ὅτι δοκεῖ τῆι βουλῆι, ἐπειδὴ Φανόδημος Διύλλου Θυμαιτάδης καλ[ῶς κ]αὶ φ[ι]λοτίμως καὶ ἀδωροδοκήτως βεβούλευκεν λέγων καὶ πράττων τὰ ἄριστα ὑπὲρ τῆς βουλῆς καὶ
τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων, ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων [καὶ τοὺς συμμ]άχους καὶ στεφαν[ῶ]-
σαι χρυσῶι στεφάνωι ἀπὸ ∶Χ∶ δραχμῶν ἐπειδὰν τὰς εὐθύνας δῶι· τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τὸν στέφανον ὁπόθεν ἂν τῶι δήμωι δοκε͂ι. ὅπως ἂν [οὖν καὶ οἱ ἄλλοι ἅπαν]τες εἰδῶσι ὅ[τι]
O( DH=MOS KAI\ H( BOULH\ E)PI/STATAI XA/RITAS A)PODIDO/NAI TOI=S A)EI\ LE/GOUSIN KAI\ PRA/TTOU[SIN TA\ BE/LTIS]TA U(PE\R TH=S BOULH=S KAI\ TOU= DH/MOU, [A)NAGRA/YAI TO/DE TO\ YH/FIS]MA TO\N GRA/MMA-
15 [τέα] τὸν κατὰ πρυτανείαν ἐν στήληι λι[θίνη]ι καὶ στῆσαι ἐν ἀκροπόλει, εἰς δὲ τὴν ἀνα[γραφὴν τῆς στ]ήλης δοῦναι τὸν ταμίαν τοῦ δήμου Δ[— — δραχμὰς ἐκ τῶν κατὰ ψηφί]σματα
[ἀναλισκομ]ένων [τῶι δήμωι].
face B left.1 [Φα]νό[δημος Δι]ύλλου Θυμαιτάδης εἶπεν· — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
— ανα — — — ον ἐλέσθαι τὴν βολὴν αὐτίκ[α μάλα — — — — — — — — — — — — — — — — — — — — —]Λ̣#⁷Λ̣․․Λ̣ — — — — — — — σ̣τον καθότι ἂν αὐτοῖς δοκῆι ἄρισ[τ — — — — — — — — —
— — — — — — — — — — — —] ἀναθεῖναι τό τε ἄγα-
[λμα — — τῶι Ἡφαίστωι κ]αὶ τῆι Ἀθηνᾶι τῆι Ἡφαιστίαι· ἐπιγρ[άψαι δὲ τὸ ψήφισμα τόδε καὶ τοὺς βουλ]ευτὰς πάτροθεν καὶ τοῦ δήμ-
5 [ου καὶ ὅτι ἔθυσαν] ἐφ’ ὑ̣γ̣ι̣[εί]αι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου [τοῦ Ἀθηναίων. ἐπιγράψαι δὲ καὶ τὸ ψήφισ]μα καθ’ ὃ ἐστεφανώθη ἡ βουλὴ
[ὑπὸ τοῦ δήμου ἐν] τῆι ἐν Διονύσου ἐκκλησίαι δόξασα καλῶς ἐπιμε[μελῆσθαι τῆς εὐκοσμίας τῆς περὶ] τὴν ἑορτὴν τοῦ Διονύσου το[ῦ]
6a — — — — — — — — — — — — — vacat
                                       vacat 0.028
7 [Κηφι]σοφῶ[ν] Καλλιβίου Παιανιεὺς εἶπεν· ἐπειδὴ ἡ βουλὴ ἡ ἐ[πὶ Πυθοδ]ότο[υ ἄρχ]οντος καλῶς καὶ δικαίως ἐπε-
[μελή]θη [τ]ῆς εὐκοσμίας τοῦ θεάτρου, ἐπαινέσαι αὐτὴν καὶ στεφα[νῶ]σαι χρυσῶι [στεφ]άνωι ἀπὸ ∶𐅅∶ δραχμῶν· δοῦναι δὲ αὐτ[ί]-
[κα εἰς] θυσίαν 𐅃̣ δραχμὰς τοὺς ταμίας οὓς εἴρηται ἐκ τοῦ νόμου τοῖς δ[ό]ξασιν ἄριστα τῶν βουλευτῶν ἐπιμεμελῆσθαι τῆς εὐκοσ[μίας].
9a                                            vacat 0.13
10 [․․6․․․ω]ν Ἀντικράτους Παμβωτάδης εἶπεν· τύχηι ἀγαθῆι, ἐψήφισθαι τῆι βουλῆι, ἐπειδὴ Εὔδοξος Θεαγ[γέλου]
[Συπαλ]ήττιος καλῶς καὶ δικαίως ἐπεμελήθη τῆς διοικήσεως ὑπὸ τῆς βουλῆς ἐφ’ ἣν εἱρέθη καὶ τῆς ἄλλη[ς εὐ]-
[κοσμί]ας τῆς βουλῆς μετὰ τῶν πρυτανέων τῶν ἀεὶ πρυτανευόντων, ἐπαινέσαι αὐτὸν καὶ στεφανῶσαι χρυ-
[σῶι στεφα]νωι ἀπὸ ∶𐅅∶ δραχμῶν, ἐπειδὰν τὰς εὐθύνας δῶι· ὅπ[ως] δ’ ἂν ποηθῆι ὁ στέφανος καὶ ἦι φανερὰ ἡ δωρεὰ ἡ πα[ρὰ]
[τῆς βουλῆ]ς, ἑλέσθαι πέντε ἄνδρας τὴν βουλὴν αὐτίκα μάλα, οἵτινες ποήσονται τὸν στέφανον· τοὺς δὲ ταμί-
15 [ας δοῦναι τ]ὸ ἀργύριον ἐκ τῶν κατὰ ψηφίσματα ἀνα[λισκο]μένων τῆι βουλῆι. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
[ἐπὶ τὸ ἀνά]θημα τῆς βουλῆς τῆς ἐπὶ Πυθοδότο[υ ἄρχ]οντος. vacat
face C right.1          [γραμματ]ε[ὺ]ς κατὰ π[ρυτα]νείαν·
                 Κλεόστρατος Τιμοσθένους Αἰγιλιεύς
         ἐπὶ τὰ ψηφίσματα·
                 Δημόφιλος Πανταλέοντος Ἀγρυλῆθεν
5          ἐπὶ τὸ θεωρικόν·
                 Κηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος
         βουλῆς ταμίαι·
                Ἀντικλῆς Ἀριστοκράτους Κυδαθηναιεύς
                 Δρομοκλείδης Θρασυμήδους Ἀγνούσιος.
10 Βράχυλλος Βαθύλλου Ἐρχιεὺς εἶπεν· ἐπειδὴ Εὔδο[ξ]ος καλῶς καὶ δικαίως ἐπεμελήθη ὧν αὐτῶι ἡ βουλὴ προσ[έταξεν]
τῆς τε διοικήσεως τῆι βουλῆι καὶ τῆς εὐκοσμίας μετὰ τῶν πρυτάνεων τῶν ἀεὶ πρυτανευόντων καὶ διετ[έλεσεν τὰ]
βέλτιστα συμβουλεύων, [δ]εδόχθαι τῆι βουλῆι ἐπαινέσαι Εὔδοξον Θεαγγέλου Συπαλήττιον ἀρετῆς ἕ[νεκα καὶ δικαι]-
οσύνης τῆς εἰς τὴν βουλὴν καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ ∶𐅅∶ δραχμῶν ἐπειδὰν τὰς εὐ[θύνας δῶι· τὸ δὲ ἀρ]-
γύριον εἶναι εἰς τὸν στέφανον π[α]ρ’ [ἑκ]άστου τῶν βουλευτῶν. εἶνα[ι δ’] αὐτῶι καὶ παρὰ τοῦ δ[ήμο]υ [εὑρέσθαι ἀγαθὸν ὅτι ἂν]
15 [δ]ύνηται. ἀναγράψαι δὲ τόδε τὸ ψή[φισμα ἐπὶ τὸ] ἀνάθημα τῆς βουλῆ[ς τῆς ἐπὶ Πυθοδ]ότου ἄρχοντος· [εἰ]ς [δὲ τὴν ἀναγραφὴν καὶ ἀν]-
[άθε]σιν τ — — —
Search Help
Contact Us