[ ] Syr., Apamene — I‘ǧāz
1 ἡ Τριάς, ὁ θεός, πόρρω διώκοι τὸν φθόνον.
εἰκὸν ἐπουρανίοιο, θεοῦ Λόγε, μειλίχιον φῶς,
ὃς Χριστὸς τελέθεις, ὃς ἐδείμαο κόσμον ἀ<γ>ητ<ό>ν(?)
ὄλβον ἐμοὶ προίαλλε, <τ>εὴν χάριν ἄφθιτον αἰεί.
5 Χριστὸς ἀειζώων(?) λυσ[ι]πήμονα χεῖρα κομίζει.
τοὔνεκεν οὐ τρομέομι κακορρέ<κ>τοιο <μ>ενοινάς(?)
δαίμονος, οὐδ’ ἀνδρὸς στυγερὸν καὶ ἀθέσμιον ὄμμα.
νεύμασιν ὃς μούνοισι θεμείλια πήξας γαίης,
ῥίζας τ’ οὐρανίας καὶ ἀτρυ[γ]έτοιο θαλάσσης,
10 τόνδε δόμον λίτομαί σ<ε> [κ]αὶ ἐσσομένοισιν ὀπάζοις
[χω]<ρ>ίον ἀστυφέλικτον, [ἀ]οίδιμον, αἰὲν ὁρᾶσθαι.
{²à g., trois monogrammes:}² <⁶⁷Πέτρος>⁶⁷ ☩, <⁶⁷τ(ὸ) Ἅ(γιον) Πνεῦ(μα)>⁶⁷ {²⁷<⁶⁷Πανεύ<φ>(ημος)>⁶⁷?}²⁷, <⁶⁷Λεοντία>⁶⁷.
Search Help