[ ]
Syr., Apamene — I‘ǧāz
| 1 | ἡ Τριάς, ὁ θεός, πόρρω διώκοι τὸν φθόνον. |
| εἰκὸν ἐπουρανίοιο, θεοῦ Λόγε, μειλίχιον φῶς, | |
| ὃς Χριστὸς τελέθεις, ὃς ἐδείμαο κόσμον ἀ<γ>ητ<ό>ν(?) | |
| ὄλβον ἐμοὶ προίαλλε, <τ>εὴν χάριν ἄφθιτον αἰεί. | |
| 5 | Χριστὸς ἀειζώων(?) λυσ[ι]πήμονα χεῖρα κομίζει. |
| τοὔνεκεν οὐ τρομέομι κακορρέ<κ>τοιο <μ>ενοινάς(?) | |
| δαίμονος, οὐδ’ ἀνδρὸς στυγερὸν καὶ ἀθέσμιον ὄμμα. | |
| νεύμασιν ὃς μούνοισι θεμείλια πήξας γαίης, | |
| ῥίζας τ’ οὐρανίας καὶ ἀτρυ[γ]έτοιο θαλάσσης, | |
| 10 | τόνδε δόμον λίτομαί σ<ε> [κ]αὶ ἐσσομένοισιν ὀπάζοις |
| [χω]<ρ>ίον ἀστυφέλικτον, [ἀ]οίδιμον, αἰὲν ὁρᾶσθαι. | |
| {²à g., trois monogrammes:}² <⁶⁷Πέτρος>⁶⁷ ☩, <⁶⁷τ(ὸ) Ἅ(γιον) Πνεῦ(μα)>⁶⁷ {²⁷<⁶⁷Πανεύ<φ>(ημος)>⁶⁷?}²⁷, <⁶⁷Λεοντία>⁶⁷. |