[ ] Syr., Apamene — Apameia — w/ Add. p. 357
See also:
1 Ἰουλίττα σώφρων, ἀγαθή, κεῖται
μονόνυμφος. / ∙ στήλαις
ἀψύχων ἄλαλον τρόπεον γεγέ-
νηται, / ∙ ἣ παλαιὰς ὑπερῆρε
5 καὶ οὐ τὰς νῦν, ὑπερέσχεν /
Πηνελόπην ἔργοισ<ι> καὶ εἰκόνι
Λαοδάμειαν. / ∙ πνεῦμα τὸ σὸν
ζητῶν, Μοιρῶν ταγέαις ἀπ<ε>-
λασθέν, / ∙ ἔρχομαι ἐκεῖ ποτε δή,
10 σὲ γὰρ ἐλθεῖν οὐ θέμις ἐστίν. / ∙
τήρει μοι τὸ φίλανδρον ἐκεῖ,
ὡς ὧδ’ ἐφύλαξας. /
Search Help
Contact Us