[ ]
Syr., Laodik. — Laodicea — 214 AD — w/ Add. IGLSyr V p.316 — Moretti, IAG 85
1 | Αὐρήλιος Σεπτίμιος, Εὐτύχ[ου] |
υἱός, Εἰρηναῖος, κολὼν Λα<ο>[δι]- | |
κεὺς μητροπολείτης κα[ὶ] | |
ἄλλων πόλεων πολείτης, μ[ό]- | |
5 | νος ἐγὼ ἐκ τῆς ἑαυτοῦ πατρίδ[ος] |
ἀπὸ πάσης κρίσεως ἀγωνισάμε- | |
νος καὶ νεικήσας τοὺς ὑποτε- | |
ταγμένους ἀγῶνας· | |
ἐν Αὐγούστῃ Καισαρείᾳ, Σεουήρειον οἰκουμενικὸν Πυθικόν, | |
10 | πυγμήν· Αὐγούστου Ἄκτια ἐν Νεικοπόλει τῆς περιόδου, |
παίδων πυγμήν ἐν Καισαρείᾳ Ἰσάκτιον, παίδων πυγμήν | |
ἐν Τύρῳ Ἡράκλεια Κομμόδεια, παίδων πυγμήν· ἐν Τάρσῳ | |
Ἰσολύμπιον οἰκουμενικὸν Κομμόδειον, ἀγενείων πυγμήν· | |
ἐν Λαοδικείᾳ τῇ πατρίδι μου, Πυθιάδι πρώτῃ ἀχθείσῃ, | |
15 | οἰκουμενικὸν Ἀντωνεινιανόν, ἀνδρῶν πυγμήν· καὶ |
ἠγωνισάμην ἐπὶ τὸν στέφανον ἀνδρῶν πυγμὴν τῆς ἀρ- | |
χαίας περιόδου Σεβάσμια Νέμια τῇ πρὸ τριῶν καλανδῶν | |
Ἰανουαρίων ἐπὶ τῆς πενταετηρίδος, Μεσσάλᾳ καὶ Σαβ[ε]ί- | |
νῳ ὑπάτοις. | |
20 | ταλαντιαῖοι· Ἀσκάλω(να)· Σκυ<θ>όπολ[ιν]· Σειδο͂να τρίς· Τρίπο- |
λιν δίς· Λευκάδα γʹ, πυγμήν, δρόμον· [Ἱε]ράνπολιν τρίς, πυγμήν, | |
πάλην, πανκράτιον· Βέροιαν δίς· Ζεῦγμα δίς· Ἀπάμειαν τρίς· Χαλκίδα | |
πυγμήν, δρόμον· Σαλαμεῖνα τρίς· Κίτιν, πυγμήν, πανκράτιον· Μάζακα βʹ· | |
Εἰκόνιν, πυγμήν, δρόμον· Ἀντιόχειαν· Πάτρας, πυγμήν, δρόμον· Τάραντον, πυγμήν· | |
25 | Αἰγαίας βʹ· Ἄδανα βʹ· Μάμψαστον βʹ ἔτους νξσʹ μηνὸς Ξαν- |
δικοῦ, ὑπάτων Οὐετίου Γράτου καὶ Οὐε[ιτι]λίου Σελεύκου. |