[ ]
Syr., Antioch. — Seleucia Pieria & Area of — 186 BC
| A.1 | Θεοφίλου ἐπιστάτου καὶ ἀρχόντων γνώμη· |
| ἐπεὶ παρὰ τοῦ βασιλέως ἀπεδόθη πρόσ- | |
| ταγμα περὶ Ἀριστολόχου τῶν τιμωμένων | |
| φίλων παρ’ αὐτῶι, οὗ τὸ ἀντίγραφον ὑποτέ- | |
| 5 | τακται, καλῶς δ’ ἔχει, τοῦ ἀνθρώπου αἱρετι- |
| κῶς ἔχοντος πρὸς τὴν πόλιν, καὶ προτεθει- | |
| μένου κατοικήσειν ἐνταῦθα ἔν τε πλεί- | |
| οσιν τῶν τῆι πόλει συμφερόντων καὶ κοινῆι | |
| τοῖς πολίταις καὶ ἰδίαι ἑκάστωι συνεμβαίνον- | |
| 10 | τος ἀπαρακλητῶς, ὡς καὶ οἱ πεμφθέντες πρεσ- |
| βευταὶ πρὸς τὸν βασιλέα Κόνων, Ζῆθος, Ἀνδροκλῆς, | |
| Ἀρτεμίδωρος ἐπαναγαγόντες ἀπήγγειλαν | |
| ἣν [προ]σηνέγκατο σπουδὴν ἐπὶ τοῦ βασιλέως | |
| περὶ ὧν ἐτύγχανον ἀπεσταλμένοι, φαίνεσθαι | |
| 15 | καὶ τὴν πόλιν ἀποδεχομένην φιλοφρόνως τὴν τῶν |
| τοιούτων ἀνδρῶν προθυμίαν καὶ εὐεργεσίαν, ὅπως | |
| καὶ οἱ ἄλλοι ἐπιγινώσκοντες τὰ παρὰ τῆς πόλε- | |
| ως ἀπαντώμενα τοῖς φιλαγα{γα}θεῖν {²⁶φιλαγαθεῖν}²⁶ πειρωμένοις, συν- | |
| σωίζειν τοὺς πολίτας ζηλωταὶ γινόμενοι, ἀντέχων- | |
| 20 | ται τῆς παρ’ ἡμῖν πολιτείας δεδόχθαι τῶι δήμωι ἐπαι- |
| νέσαι τε Ἀριστόλοχον ἐπὶ τῆι τοιαύτηι προαιρέσει καὶ ὑπάρ- | |
| χειν αὐτῶι παρ’ ἡμῖν πολιτείαν, τὸν δὲ εἰς τὴν διὰ τοῦ | |
| προστάγματος δ[ιδ]ομένην εἰκόνα τόπον ἀποδεῖξαι | |
| τὸν ἐπιστάτην καὶ τοὺς ἄρχοντας ἐν τῶι | |
| 25 | ἀρχείωι, ἀναγραφῆναι δὲ αὐτὸν ὑπὸ τοῦ γραμματέως, |
| πατρὸς Ἀριστολόχου εἰς μὲν δῆμον, Ὀλυμπιέα, φυλὴν | |
| δὲ Λαοδικίδα. | |
| ἔτους ϛκρʹ, μηνὸς Δαισίου λʹ. | |
| B.29 | βασιλεὺς Σέλευκος Θεοφίλωι καὶ Σελευκέων |
| 30 | τῶν ἐμ Πιερίαι τοῖς ἄρχουσι καὶ τῆι πόλει χαίρειν· |
| Ἀριστόλοχον τῶν τιμωμένων φίλων παρεισχημέ- | |
| νον τὰς χρείας μετὰ πάσης εὐνοίας τῶι τε πατρὶ | |
| ἡμῶν καὶ τῶι ἀδελφῶι καὶ ἡμῖν, καὶ ἐν τοῖς ἀναγκαι- | |
| οτάτοις καίροις πεποιημένον ἀποδείξεις ἐκτε- | |
| 35 | νεῖς τῆς πρὸς τὰ πράγματα αἱρέσεως, καὶ κατὰ τὰ |
| λοιπὰ μὲν προμηθούμεθα ἀξίως ἧς προσφέρεται | |
| [εὐνοί]ας καὶ εἰκόνι δὲ χαλκῇ ἐστεφανώσαμεν | |
| [— — — — — — — —] ἣν βουλόμεθα σταθῆναι παρ’ ὑ- | |
| [— — — — — — — ἀναγράψα]ντες(?) εἰς αὐτήν. |