[ ]
Syr., Antioch. — Seleucia Pieria & Area of — 186 BC
A.1 | Θεοφίλου ἐπιστάτου καὶ ἀρχόντων γνώμη· |
ἐπεὶ παρὰ τοῦ βασιλέως ἀπεδόθη πρόσ- | |
ταγμα περὶ Ἀριστολόχου τῶν τιμωμένων | |
φίλων παρ’ αὐτῶι, οὗ τὸ ἀντίγραφον ὑποτέ- | |
5 | τακται, καλῶς δ’ ἔχει, τοῦ ἀνθρώπου αἱρετι- |
κῶς ἔχοντος πρὸς τὴν πόλιν, καὶ προτεθει- | |
μένου κατοικήσειν ἐνταῦθα ἔν τε πλεί- | |
οσιν τῶν τῆι πόλει συμφερόντων καὶ κοινῆι | |
τοῖς πολίταις καὶ ἰδίαι ἑκάστωι συνεμβαίνον- | |
10 | τος ἀπαρακλητῶς, ὡς καὶ οἱ πεμφθέντες πρεσ- |
βευταὶ πρὸς τὸν βασιλέα Κόνων, Ζῆθος, Ἀνδροκλῆς, | |
Ἀρτεμίδωρος ἐπαναγαγόντες ἀπήγγειλαν | |
ἣν [προ]σηνέγκατο σπουδὴν ἐπὶ τοῦ βασιλέως | |
περὶ ὧν ἐτύγχανον ἀπεσταλμένοι, φαίνεσθαι | |
15 | καὶ τὴν πόλιν ἀποδεχομένην φιλοφρόνως τὴν τῶν |
τοιούτων ἀνδρῶν προθυμίαν καὶ εὐεργεσίαν, ὅπως | |
καὶ οἱ ἄλλοι ἐπιγινώσκοντες τὰ παρὰ τῆς πόλε- | |
ως ἀπαντώμενα τοῖς φιλαγα{γα}θεῖν {²⁶φιλαγαθεῖν}²⁶ πειρωμένοις, συν- | |
σωίζειν τοὺς πολίτας ζηλωταὶ γινόμενοι, ἀντέχων- | |
20 | ται τῆς παρ’ ἡμῖν πολιτείας δεδόχθαι τῶι δήμωι ἐπαι- |
νέσαι τε Ἀριστόλοχον ἐπὶ τῆι τοιαύτηι προαιρέσει καὶ ὑπάρ- | |
χειν αὐτῶι παρ’ ἡμῖν πολιτείαν, τὸν δὲ εἰς τὴν διὰ τοῦ | |
προστάγματος δ[ιδ]ομένην εἰκόνα τόπον ἀποδεῖξαι | |
τὸν ἐπιστάτην καὶ τοὺς ἄρχοντας ἐν τῶι | |
25 | ἀρχείωι, ἀναγραφῆναι δὲ αὐτὸν ὑπὸ τοῦ γραμματέως, |
πατρὸς Ἀριστολόχου εἰς μὲν δῆμον, Ὀλυμπιέα, φυλὴν | |
δὲ Λαοδικίδα. | |
ἔτους ϛκρʹ, μηνὸς Δαισίου λʹ. | |
B.29 | βασιλεὺς Σέλευκος Θεοφίλωι καὶ Σελευκέων |
30 | τῶν ἐμ Πιερίαι τοῖς ἄρχουσι καὶ τῆι πόλει χαίρειν· |
Ἀριστόλοχον τῶν τιμωμένων φίλων παρεισχημέ- | |
νον τὰς χρείας μετὰ πάσης εὐνοίας τῶι τε πατρὶ | |
ἡμῶν καὶ τῶι ἀδελφῶι καὶ ἡμῖν, καὶ ἐν τοῖς ἀναγκαι- | |
οτάτοις καίροις πεποιημένον ἀποδείξεις ἐκτε- | |
35 | νεῖς τῆς πρὸς τὰ πράγματα αἱρέσεως, καὶ κατὰ τὰ |
λοιπὰ μὲν προμηθούμεθα ἀξίως ἧς προσφέρεται | |
[εὐνοί]ας καὶ εἰκόνι δὲ χαλκῇ ἐστεφανώσαμεν | |
[— — — — — — — —] ἣν βουλόμεθα σταθῆναι παρ’ ὑ- | |
[— — — — — — — ἀναγράψα]ντες(?) εἰς αὐτήν. |