| 1 | Σπαρτόκωι Παιρισάδηι |
| Ἀπολλωνίωι Λεύκωνος παισί. | |
| 2a | vacat 0.275 |
| 3 | ἐπὶ Θεμιστοκλέους ἄρ[χ]οντο[ς] |
| ἐπὶ τῆς Αἰγηΐδος ὀγδό[η]ς πρυ[τ]- | |
| 5 | ανείας ἧι Λυσίμα[χ]ος Σωσιδή[μ]- |
| [ο Ἀχα]ρ[ν]εὺς ἐγραμμάτευεν· Θε[ό]- | |
| φιλος [Ἁλι]μούσιος ἐπεστάτε[ι]· | |
| Ἀνδρωτίων Ἄνδρωνος Γαργήττ[ι]ος [ε]ἶπεν· π[ε]- | |
| ρὶ ὧν ἐπέστειλε Σπάρτοκος κ[αὶ] Παιρ[ισά]δ[η]- | |
| 10 | ς καὶ οἱ πρέσβεις οἱ ἥκοντ[ε]ς π[α]ρ’ αὐτῶν ἀπ[α]- |
| γγέλουσιν, ἀποκρί[ν]ασθαι αὐ[τ]οῖ[ς], ὅτι ὁ [δῆ]- | |
| μος ὁ Ἀθηναίων ἐπαινεῖ Σπάρτ[ο]κον καὶ Παι- | |
| ρισάδην ὅτι εἰσὶν ἄνδρες [ἀ]γα[θ]οὶ καὶ ἐπ[αγ]- | |
| γέλλονται τῶι δήμωι [τ]ῶι Ἀ[θ]ην[α]ίων ἐπιμε[λ]- | |
| 15 | ήσεσθαι τῆς ἐκ[π]ομπῆς τοῦ [σ]ίτ[ο]υ καθάπερ ὁ |
| πατὴρ αὐτῶν ἐπεμελεῖτο καὶ ὑ[π]ηρετήσειν π- | |
| ροθύμως ὅτου ἂν ὁ δῆμ[ος] δέ[η]τα[ι] καὶ ἀπαγγέ- | |
| λλειν αὐτο[ῖ]ς τ[ο]ὺς π[ρέσβ]εις ὅ[τι] ταῦτα ποι- | |
| οῦντες οὐδενὸ[ς] ἀτυχήσ[ο]υσιν τοῦ δήμου το- | |
| 20 | ῦ Ἀθηναίων· [ἐπ]ε[ι]δὴ δὲ [τὰ]ς δω[ρει]ὰς διδόασι- |
| ν Ἀθηναίοι[ς ἅσ]περ Σ[άτ]υρος καὶ Λεύκων ἔδο- | |
| σαν, εἶναι [Σπαρτ]ό[κ]ωι [κ]αὶ Παιρισάδει τὰς δ- | |
| ωρειάς, ἃς [ὁ δῆμ]ος ἔδωκε Σατύρωι καὶ Λεύκω- | |
| νι καὶ στεφ[ανοῦν] χρυσῶι στεφάνωι Παναθη- | |
| 25 | ναίοις το[ῖς μεγ]άλοις ἀπὸ χιλίων δραχμῶν |
| ἑκάτερ[ο]ν· [ποιε]ῖσθαι δὲ τοὺς στεφάνους το- | |
| ὺς ἀθλοθέ[τας] τῶι προτέρωι ἔτει Παναθαηνα- | |
| ίων τῶν μεγ[άλ]ων κατὰ τὸ ψήφισμα τοῦ δήμου | |
| τὸ πρότερον ἐψηφισμένον Λεύκωνι καὶ ἀνα- | |
| 30 | γορεύειν ὅτι στεφανοῖ ὁ δῆμος ὁ Ἀθηναίων |
| Σπάρτοκον καὶ Παιρισάδην τοὺς Λεύκωνος | |
| παῖδας ἀρετῆς καὶ εὐνοίας ἕνεκα τῆς εἰς τ- | |
| ὸν δῆμον τὸν Ἀθηναίων· ἐπειδὴ δὲ τοὺς στεφ- | |
| άνους ἀνατιθέασι τῆι Ἀθηνᾶι τῆι Πολιάδι | |
| 35 | τοὺς ἀθλοθέτας εἰς τὸν νεὼ ἀνατιθέναι το- |
| ὺς στεφάνους ἐπιγράψαντας· Σπάρτοκος vv | |
| καὶ Παιρισάδης Λεύκωνος παῖδες ἀνέθεσα- | |
| ν τῆι Ἀθηναίαι στεφανωθέντες ὑπὸ τοῦ δήμ- | |
| ου τοῦ Ἀθηνα[ί]ων. τὸ δὲ ἀργύριον διδόναι το- | |
| 40 | ῖς ἀθλοθέταις εἰς τοὺς στεφάνους τὸν τοῦ |
| δήμου ταμίαν ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα | |
| τῶι δήμωι με[ρι]ζομένων· τὸ δὲ νῦ[ν] εἶναι παρ- | |
| αδοῦναι τοὺς ἀποδέκτας τὸ εἰς [τ]οὺς στεφ[ά]- | |
| νους ἐκ τῶν στ[ρ]ατιωτικῶν χρ[η]μάτων· ἀναγρ- | |
| 45 | άψαι δὲ τὸ ψήφισμα τόδε τὸγ γραμματέα τῆ[ς] |
| βουλῆς ἐν στήληι λιθίνηι καὶ στῆσαι πλη[σ]- | |
| ίον τῆς Σατύρου καὶ Λεύκωνος, ἐς δὲ τὴν ἀν[α]- | |
| γραφὴν δοῦναι τὸν ταμίαν τοῦ δήμου τριά[κ]- | |
| οντα δραχμὰς. ἐπαινέσαι δὲ τοὺς πρέσβει[ς] | |
| 50 | Σῶσιν καὶ Θεοδόσιον ὅτι ἐπιμελοῦνται τ[ῶ]- |
| ν ἀφικ[ν]ουμένων Ἀθήνηθεν εἰς Βόσπορον [κα]- | |
| ὶ καλέσαι αὐτοὺς ἐπὶ ξένια εἰς τὸ πρυτα[νε]- | |
| ῖον εἰς αὔριον· περὶ δὲ τῶν χρημάτων τῶν [ὀφ]- | |
| [ει]λ[ο]μένων τοῖς παισὶ τοῖς Λεύκωνος ὅπ[ως] | |
| 55 | [ἂ]ν ἀπολάβωσιν, χρηματίσαι τοὺς προέδ[ρος] |
| [οἳ] ἂν λάχωσι προεδρεύειν ἐν τῶι δήμωι [τῆι] | |
| [ὀγ]δόηι ἐπὶ δέκα πρῶτον μετὰ τὰ ἱερά, ὅπ[ως ἂ]- | |
| [ν] ἀπολα[β]όντες τὰ χρήματα μὴ ἐγκαλῶσ[ι τῶι] | |
| [δ]ήμωι τῶν Ἀθηναίων· δοῦναι δ[ὲ τὰ]ς ὑπη[ρεσί]- | |
| 60 | [α]ς, ἃς αἰτοῦσι Σπάρτοκος καὶ Παιρισ[άδης, τ]- |
| [οὺ]ς δὲ πρ[έ]σβεις ἀπογράψαι τὰ ὀνόμα[τα τῶν] | |
| [ὑπ]ηρ[εσι]ῶν, ὧν ἂν λάβωσιν τῶι γραμμα[τεῖ τῆ]- | |
| [ς β]ουλῆς· οὓς δ’ ἂν ἀπογράψωσιν, εἶνα[ι ἐν τῶι] | |
| τ[ε]ταγμένωι ποιοῦντας ἀγαθὸν ὅ τι [ἂν δύνω]- | |
| 65 | νται τοὺς παῖδας τοὺς Λεύκωνος. Π[ολύευκτ]- |
| ος Τιμοκράτους Κριωεὺς εἶπε· τὰ [μὲν ἄλλα κ]- | |
| [α]θάπερ Ἀνδροτίων, στεφανῶσα[ι δὲ καὶ Ἀπολ]- | |
| λώνιον τὸν Λεύκωνος ὑὸν ἐκ τῶ[ν αὐτῶν]. | |
| vacat |
IG II²
212