IG II² 212
[ ] Att. — stoich. 24-34 — 347/6
See also:
1 Σπαρτόκωι Παιρισάδηι
Ἀπολλωνίωι Λεύκωνος παισί.
2a         vacat 0.275
3 ἐπὶ Θεμιστοκλέους ἄρ[χ]οντο[ς]
ἐπὶ τῆς Αἰγηΐδος ὀγδό[η]ς πρυ[τ]-
5 ανείας ἧι Λυσίμα[χ]ος Σωσιδή[μ]-
[ο Ἀχα]ρ[ν]εὺς ἐγραμμάτευεν· Θε[ό]-
φιλος [Ἁλι]μούσιος ἐπεστάτε[ι]·
Ἀνδρωτίων Ἄνδρωνος Γαργήττ[ι]ος [ε]ἶπεν· π[ε]-
ρὶ ὧν ἐπέστειλε Σπάρτοκος κ[αὶ] Παιρ[ισά]δ[η]-
10 ς καὶ οἱ πρέσβεις οἱ ἥκοντ[ε]ς π[α]ρ’ αὐτῶν ἀπ[α]-
γγέλουσιν, ἀποκρί[ν]ασθαι αὐ[τ]οῖ[ς], ὅτι ὁ [δῆ]-
μος ὁ Ἀθηναίων ἐπαινεῖ Σπάρτ[ο]κον καὶ Παι-
ρισάδην ὅτι εἰσὶν ἄνδρες [ἀ]γα[θ]οὶ καὶ ἐπ[αγ]-
γέλλονται τῶι δήμωι [τ]ῶι Ἀ[θ]ην[α]ίων ἐπιμε[λ]-
15 ήσεσθαι τῆς ἐκ[π]ομπῆς τοῦ [σ]ίτ[ο]υ καθάπερ ὁ
πατὴρ αὐτῶν ἐπεμελεῖτο καὶ ὑ[π]ηρετήσειν π-
ροθύμως ὅτου ἂν ὁ δῆμ[ος] δέ[η]τα[ι] καὶ ἀπαγγέ-
λλειν αὐτο[ῖ]ς τ[ο]ὺς π[ρέσβ]εις ὅ[τι] ταῦτα ποι-
οῦντες οὐδενὸ[ς] ἀτυχήσ[ο]υσιν τοῦ δήμου το-
20 ῦ Ἀθηναίων· [ἐπ]ε[ι]δὴ δὲ [τὰ]ς δω[ρει]ὰς διδόασι-
ν Ἀθηναίοι[ς ἅσ]περ Σ[άτ]υρος καὶ Λεύκων ἔδο-
σαν, εἶναι [Σπαρτ][κ]ωι [κ]αὶ Παιρισάδει τὰς δ-
ωρειάς, ἃς [ὁ δῆμ]ος ἔδωκε Σατύρωι καὶ Λεύκω-
νι καὶ στεφ[ανοῦν] χρυσῶι στεφάνωι Παναθη-
25 ναίοις το[ῖς μεγ]άλοις ἀπὸ χιλίων δραχμῶν
ἑκάτερ[ο]ν· [ποιε]ῖσθαι δὲ τοὺς στεφάνους το-
ὺς ἀθλοθέ[τας] τῶι προτέρωι ἔτει Παναθαηνα-
ίων τῶν μεγ[άλ]ων κατὰ τὸ ψήφισμα τοῦ δήμου
τὸ πρότερον ἐψηφισμένον Λεύκωνι καὶ ἀνα-
30 γορεύειν ὅτι στεφανοῖ ὁ δῆμος ὁ Ἀθηναίων
Σπάρτοκον καὶ Παιρισάδην τοὺς Λεύκωνος
παῖδας ἀρετῆς καὶ εὐνοίας ἕνεκα τῆς εἰς τ-
ὸν δῆμον τὸν Ἀθηναίων· ἐπειδὴ δὲ τοὺς στεφ-
άνους ἀνατιθέασι τῆι Ἀθηνᾶι τῆι Πολιάδι
35 τοὺς ἀθλοθέτας εἰς τὸν νεὼ ἀνατιθέναι το-
ὺς στεφάνους ἐπιγράψαντας· Σπάρτοκος vv
καὶ Παιρισάδης Λεύκωνος παῖδες ἀνέθεσα-
ν τῆι Ἀθηναίαι στεφανωθέντες ὑπὸ τοῦ δήμ-
ου τοῦ Ἀθηνα[ί]ων. τὸ δὲ ἀργύριον διδόναι το-
40 ῖς ἀθλοθέταις εἰς τοὺς στεφάνους τὸν τοῦ
δήμου ταμίαν ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα
τῶι δήμωι με[ρι]ζομένων· τὸ δὲ νῦ[ν] εἶναι παρ-
αδοῦναι τοὺς ἀποδέκτας τὸ εἰς [τ]οὺς στεφ[ά]-
νους ἐκ τῶν στ[ρ]ατιωτικῶν χρ[η]μάτων· ἀναγρ-
45 άψαι δὲ τὸ ψήφισμα τόδε τὸγ γραμματέα τῆ[ς]
βουλῆς ἐν στήληι λιθίνηι καὶ στῆσαι πλη[σ]-
ίον τῆς Σατύρου καὶ Λεύκωνος, ἐς δὲ τὴν ἀν[α]-
γραφὴν δοῦναι τὸν ταμίαν τοῦ δήμου τριά[κ]-
οντα δραχμὰς. ἐπαινέσαι δὲ τοὺς πρέσβει[ς]
50 Σῶσιν καὶ Θεοδόσιον ὅτι ἐπιμελοῦνται τ[ῶ]-
ν ἀφικ[ν]ουμένων Ἀθήνηθεν εἰς Βόσπορον [κα]-
ὶ καλέσαι αὐτοὺς ἐπὶ ξένια εἰς τὸ πρυτα[νε]-
ῖον εἰς αὔριον· περὶ δὲ τῶν χρημάτων τῶν [ὀφ]-
[ει]λ[ο]μένων τοῖς παισὶ τοῖς Λεύκωνος ὅπ[ως]
55 [ἂ]ν ἀπολάβωσιν, χρηματίσαι τοὺς προέδ[ρος]
[οἳ] ἂν λάχωσι προεδρεύειν ἐν τῶι δήμωι [τῆι]
[ὀγ]δόηι ἐπὶ δέκα πρῶτον μετὰ τὰ ἱερά, ὅπ[ως ἂ]-
[ν] ἀπολα[β]όντες τὰ χρήματα μὴ ἐγκαλῶσ[ι τῶι]
[δ]ήμωι τῶν Ἀθηναίων· δοῦναι δ[ὲ τὰ]ς ὑπη[ρεσί]-
60 [α]ς, ἃς αἰτοῦσι Σπάρτοκος καὶ Παιρισ[άδης, τ]-
[οὺ]ς δὲ πρ[έ]σβεις ἀπογράψαι τὰ ὀνόμα[τα τῶν]
[ὑπ]ηρ[εσι]ῶν, ὧν ἂν λάβωσιν τῶι γραμμα[τεῖ τῆ]-
[ς β]ουλῆς· οὓς δ’ ἂν ἀπογράψωσιν, εἶνα[ι ἐν τῶι]
τ[ε]ταγμένωι ποιοῦντας ἀγαθὸν ὅ τι [ἂν δύνω]-
65 νται τοὺς παῖδας τοὺς Λεύκωνος. Π[ολύευκτ]-
ος Τιμοκράτους Κριωεὺς εἶπε· τὰ [μὲν ἄλλα κ]-
[α]θάπερ Ἀνδροτίων, στεφανῶσα[ι δὲ καὶ Ἀπολ]-
λώνιον τὸν Λεύκωνος ὑὸν ἐκ τῶ[ν αὐτῶν].
                 vacat
Search Help
Contact Us