[ ]
Syr., Antioch. — Daphne — 189 BC — w/ Add. p.685 — OGIS 244, Welles 44
[— — — — — — — — — — — — — — — — — — — ἀ]- | |
1 | δε̣λφῶι γε̣γενημέ̣νον ἐν τ̣ι̣μ̣[ῆι κα]ὶ̣ π̣ί̣σ̣[τει καὶ] |
τῆς εἰς ἡμᾶς καὶ τὰ π̣ρ̣ά̣γμ̣α̣τ̣[α] α̣ἱ̣ρ̣έσεως π̣ολ̣- | |
λὰς καὶ μεγάλας ἀποδε[ίξ]εις π̣εποι̣η̣μέ̣νον | |
ἐκτενῶς, καὶ οὔτε τῆς ψυχῆς οὔτε τῶν ὑπαρ- | |
5 | χόντων πεφεισμένον εἰς τὰ ἡμῖν συμφέροντα, |
διεξαγηοχότα δὲ καὶ̣ τὰ ἐγ̣χειρισθέντα αὐτῶι̣ | |
ὡς ἦν προσῆκον, καὶ κατὰ τὰ λοιπὰ ἀγόμενον ἀ̣- | |
ξίως τῶν προϋπηργμένων ἐξ̣ αὐτοῦ εἰς τὰ πρά̣- | |
γματα, ἠβουλ̣όμεθα μὲν ἔτι ἐπισυνέχειν συ[μ]- | |
10 | πράσσοντα ἡμῖν πολλάκι δὲ̣ αὐτοῦ προφερο- |
μένου τὴν περὶ τὸ σῶμα̣ γε̣γενημένην ἀσθέ- | |
νειαν διὰ τὰς συνεχεῖς κακοπαθίας, ἀξιοῦν̣- | |
τός τε ἡμᾶς ἐᾶσαι αὐτὸν ἐφ’ ἡσυχίας γενέσ̣- | |
θαι, ὅπως τὸν ἐπίλοιπον χρόνον τοῦ βίου ἀπε̣- | |
15 | ρ̣ι̣σπάστως ἐν εὐσταθείαι τοῦ σώματος γέ- |
[ν]ηται, συμπεριηνέχθημεν θέλοντες καὶ ἐν | |
[τ]ούτοις φανερὰν ποιεῖν ἧν ἔχομεν πρὸ[ς] | |
[α]ὐτὸν αἵρεσιν. ἵνα μὲν οὖν καὶ̣ εἰς τὸ λο[ι]- | |
[π]ὸν τυγχανῆι πάντων τῶν εἰς τιμὴν κα[ὶ] | |
20 | [δ]όξαν ἀνηκόντων, ἡμῖν ἔσται ἐπιμέλε[ς], |
[ἐ]πειδή, τῆς ἀρχιερωσύνης τοῦ Ἀπόλλωνος | |
[κ]αὶ τῆς Ἀρτέμιδος τῶν Δαιττῶν καὶ τῶν | |
ἄλλων ἱερῶν ὧν τὰ τεμένη ἐστὶν ἐπὶ τῆς | |
Δάφνης προσδεομένης ἀνδρὸς φίλου, δ[υ̣]- | |
25 | νησομένου δὲ προστῆναι ἀξίως τῆς ὑ̣- |
πὲρ τῆς τοῦ τόπου σπουδῆς ἣν ἔσχον οἵ τε πρό- | |
γονοι καὶ ἡμεῖς καὶ τῆ̣ς ἐξ ἡμῶν πρὸς τὸν θεῖον | |
εὐσεβείας, ἀποδεδ̣είχαμεν αὐτὸν ἀρχι̣- | |
ερέα τούτων, πεπε̣ισμέ̣νοι τὴν περὶ τὰ ἱερὰ̣ | |
30 | ἐξαγωγὴν μάλιστ’ ἂν διὰ τούτου συν- |
τελεσθήσεσθαι δεόντως. σύνταξον | |
ἔν τε τοῖς χρηματισμοῖς καταχωρίζειν | |
αὐτὸν ἀρχιερέα τῶν δεδηλωμένων ἱερῶν̣ | |
καὶ προτιμᾶν τ̣ὸν ἄνδρα ἀξίως τῆς ἡμε- | |
35 | τέρας κρίσεως καὶ ἐὰν εἴς τινα παρακαλῆ̣[ι] |
τῶν ἀνηκ̣όντων εἰς ταῦτα συνεπιλαμ̣- | |
βάνεσθαι τοῦς τε πρὸς τοῖς ἱεροῖς γενομέ- | |
νους καὶ τοὺς ἄλλους οὗς καθήκει πε̣[ι]- | |
θάρχειν αὐτοῦ συστῆσαι, παραγγείλαν- | |
40 | τας ὑπακούειν περὶ ὧν ἂν γράφηι ἢ συντά[σ]- |
σηι· ἀναγραφῆναι δὲ καὶ τῆς ἐπιστολῆς | |
τὸ ἀντίγραφον εἰς στήλας καὶ ἀναθεῖνα̣[ι] | |
ἐν τοῖς ἐπιφανεστάτοις τόποις. | |
δκρʹ, Δίου ιδʹ. |