[ ]
Syr., Antioch. — Daphne — 189 BC — w/ Add. p.685 — OGIS 244, Welles 44
| [— — — — — — — — — — — — — — — — — — — ἀ]- | |
| 1 | δε̣λφῶι γε̣γενημέ̣νον ἐν τ̣ι̣μ̣[ῆι κα]ὶ̣ π̣ί̣σ̣[τει καὶ] |
| τῆς εἰς ἡμᾶς καὶ τὰ π̣ρ̣ά̣γμ̣α̣τ̣[α] α̣ἱ̣ρ̣έσεως π̣ολ̣- | |
| λὰς καὶ μεγάλας ἀποδε[ίξ]εις π̣εποι̣η̣μέ̣νον | |
| ἐκτενῶς, καὶ οὔτε τῆς ψυχῆς οὔτε τῶν ὑπαρ- | |
| 5 | χόντων πεφεισμένον εἰς τὰ ἡμῖν συμφέροντα, |
| διεξαγηοχότα δὲ καὶ̣ τὰ ἐγ̣χειρισθέντα αὐτῶι̣ | |
| ὡς ἦν προσῆκον, καὶ κατὰ τὰ λοιπὰ ἀγόμενον ἀ̣- | |
| ξίως τῶν προϋπηργμένων ἐξ̣ αὐτοῦ εἰς τὰ πρά̣- | |
| γματα, ἠβουλ̣όμεθα μὲν ἔτι ἐπισυνέχειν συ[μ]- | |
| 10 | πράσσοντα ἡμῖν πολλάκι δὲ̣ αὐτοῦ προφερο- |
| μένου τὴν περὶ τὸ σῶμα̣ γε̣γενημένην ἀσθέ- | |
| νειαν διὰ τὰς συνεχεῖς κακοπαθίας, ἀξιοῦν̣- | |
| τός τε ἡμᾶς ἐᾶσαι αὐτὸν ἐφ’ ἡσυχίας γενέσ̣- | |
| θαι, ὅπως τὸν ἐπίλοιπον χρόνον τοῦ βίου ἀπε̣- | |
| 15 | ρ̣ι̣σπάστως ἐν εὐσταθείαι τοῦ σώματος γέ- |
| [ν]ηται, συμπεριηνέχθημεν θέλοντες καὶ ἐν | |
| [τ]ούτοις φανερὰν ποιεῖν ἧν ἔχομεν πρὸ[ς] | |
| [α]ὐτὸν αἵρεσιν. ἵνα μὲν οὖν καὶ̣ εἰς τὸ λο[ι]- | |
| [π]ὸν τυγχανῆι πάντων τῶν εἰς τιμὴν κα[ὶ] | |
| 20 | [δ]όξαν ἀνηκόντων, ἡμῖν ἔσται ἐπιμέλε[ς], |
| [ἐ]πειδή, τῆς ἀρχιερωσύνης τοῦ Ἀπόλλωνος | |
| [κ]αὶ τῆς Ἀρτέμιδος τῶν Δαιττῶν καὶ τῶν | |
| ἄλλων ἱερῶν ὧν τὰ τεμένη ἐστὶν ἐπὶ τῆς | |
| Δάφνης προσδεομένης ἀνδρὸς φίλου, δ[υ̣]- | |
| 25 | νησομένου δὲ προστῆναι ἀξίως τῆς ὑ̣- |
| πὲρ τῆς τοῦ τόπου σπουδῆς ἣν ἔσχον οἵ τε πρό- | |
| γονοι καὶ ἡμεῖς καὶ τῆ̣ς ἐξ ἡμῶν πρὸς τὸν θεῖον | |
| εὐσεβείας, ἀποδεδ̣είχαμεν αὐτὸν ἀρχι̣- | |
| ερέα τούτων, πεπε̣ισμέ̣νοι τὴν περὶ τὰ ἱερὰ̣ | |
| 30 | ἐξαγωγὴν μάλιστ’ ἂν διὰ τούτου συν- |
| τελεσθήσεσθαι δεόντως. σύνταξον | |
| ἔν τε τοῖς χρηματισμοῖς καταχωρίζειν | |
| αὐτὸν ἀρχιερέα τῶν δεδηλωμένων ἱερῶν̣ | |
| καὶ προτιμᾶν τ̣ὸν ἄνδρα ἀξίως τῆς ἡμε- | |
| 35 | τέρας κρίσεως καὶ ἐὰν εἴς τινα παρακαλῆ̣[ι] |
| τῶν ἀνηκ̣όντων εἰς ταῦτα συνεπιλαμ̣- | |
| βάνεσθαι τοῦς τε πρὸς τοῖς ἱεροῖς γενομέ- | |
| νους καὶ τοὺς ἄλλους οὗς καθήκει πε̣[ι]- | |
| θάρχειν αὐτοῦ συστῆσαι, παραγγείλαν- | |
| 40 | τας ὑπακούειν περὶ ὧν ἂν γράφηι ἢ συντά[σ]- |
| σηι· ἀναγραφῆναι δὲ καὶ τῆς ἐπιστολῆς | |
| τὸ ἀντίγραφον εἰς στήλας καὶ ἀναθεῖνα̣[ι] | |
| ἐν τοῖς ἐπιφανεστάτοις τόποις. | |
| δκρʹ, Δίου ιδʹ. |