[ ]
Syr., Antioch. — Antiochia & Area of — SEG 7.69
| 1 | τὸ σᾶμα Δαμόνεικος, ὠ ’πολλώνιε, {²⁶Ἀπολλώνιε}²⁶, |
| ξυνευνέτας τοι τοῦτο τᾶς τεᾶς κόρας | |
| ἔστασ’ ἑκυρεῖ, κἠπιτυμβίοις {²⁶ἐπιτυμβίοις}²⁶ χοαῖς | |
| καὶ στεμμάτεσσιν ἀνθέων ἐτησίων | |
| 5 | μειλίσσετ’ οὐκ ἄδακρυς· ἦ ῥα πολλάκις |
| γαμβροὶ τὰ παίδων ἐκτελεῦσι θέσμια. |